# Commentarius in Isaiam prophetam 70.1173

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.1173

φησὶ, τὸ πρόσωπον αὐτῷ. Τὸ δὲ, Ἀπέστραπται, ἀντὶ τοῦ, Κατῃσχύνθη, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη. Πιλάτος μὲν γὰρ ἔπεμψε τὸν Ἰησοῦν πρὸς τὸν Ἡρώδην· ὁ δέ γε, φησὶν, ἐξουθενήσας αὐτὸν ἀνέπεμψεν αὐτόν. Οὐ γὰρ ἐλογίσατο εἶναι τὸν Ἰησοῦν, ἠτιμάσθη δὲ καὶ τὸ πρόσωπον αὐτοῦ, πεμπομένων δηλονότι τῶν πτυσμάτων, καὶ καταπαιόντων αὐτὸν τῶν τοῦ Πιλάτου στρατιωτῶν, καὶ λεγόντων· «Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε.» Ἠτιμάσθη δὲ καὶ ἑτέρως, τὰς διὰ μαστίγων αἰκίας ὑπενεγκὼν, καὶ τὰ ἐκ τῶν ὑπηρετῶν ῥαπίσματα. Ἔφη γοῦν διὰ φωνῆς Ἡσαΐου· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Οὐκοῦν, ὡς ἔφην, ἐοίκασιν οἱ θεσπέσιοι προφῆται καθ' ὅρασιν δηλονότι τὴν διὰ τοῦ ἁγίου Πνεύματος ἰδεῖν τὸν Υἱὸν, ἤτοι τὸ αὐτοῦ πρόσωπον κατηφείας ἀνθρωποπρεποῦς οὐκ ἀπηλλαγμένον, ἅτε δὴ καὶ ἐνεστηκότος τοῦ καιροῦ, καθ' ὃν ἔδει παθεῖν αὐτὸν, ἵνα τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ τὸν θάνατον, ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, καὶ τῆς Ἰουδαίων ἠνέσχετο δυσσεβείας, ἵνα, ὡς ἔφην ἀρτίως, ἀφέλῃ τοῦ κόσμου τὴν ἁμαρτίαν, οὐδὲν εἰς τοῦτο κατορθοῦν ἰσχύοντος τοῦ νομικοῦ γράμματος, ἤτοι τῆς κατὰ νόμον λατρείας. Καὶ γὰρ ἦν ἀμήχανον αἷμα τράγων καὶ ταύρων ἀφαιρεῖν ἁμαρτίας. Ἔξω γε μὴν τῆς πύλης ἔπαθεν, ἵνα, ὡς ὁ Παῦλός φησι, διὰ τοῦ ἰδίου αἵματος ἁγιάσῃ τὸν λαόν· πέπονθε γὰρ, οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, πολλοῦ γε καὶ δεῖ, ἀλλ' ὑπὲρ πάσης τῆς ὑπ' οὐρανόν. Καὶ μαρτυρήσει γράφων ὁ πάνσοφος Παῦλος περὶ τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι «Τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἵνα καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται.» Καὶ αὐτὸς δέ πού φησι διὰ τῆς τοῦ Ψάλλοντος λύρας πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον· Ἰδοὺ ἥκω. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ Θεὸς, τὸ θέλημά σου ἠβουλήθην.» Ἀνονήτου γὰρ οὔσης τοῖς ἐπὶ τῆς γῆς εἰς τὸ ἀφελεῖν ἁμαρτίας τῆς κατὰ νόμον λατρείας, ἐπείπερ ἦσαν ἀβούλητοι τῷ Θεῷ βουθυσίαι τε καὶ προβάτων σφαγαὶ, προσκεκόμικεν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας ὑπὲρ ἡμῶν ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· εἶτα τὸν τῆς σαρκὸς ὑπομείνας

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
