# Commentarius in Isaiam prophetam 70.1229

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.1229

καὶ τὴν τοῦ πλεονεκτήσαντος χεῖρα, τοῦτ' ἔστι, τοῦ Σατανᾶ. Γέγραπται γὰρ, ὅτι «Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.» Ἐν δὲ τῷ εὑρίσκειν, γενέσθαι δὲ καὶ ἐγγὺς, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται. Οἱ γὰρ ὅλως ἀξιωθέντες κλήσεώς τε καὶ ἐπιστροφῆς, καὶ τῶν παρ' αὐτοῦ χαρισμάτων, προσδοκῶντες τὴν μέθεξιν, ἀποφοιτᾷν ὀφείλουσι τῶν ἀρχαίων ἐπιτηδευμάτων, καὶ τῆς εἰς τὸ φαῦλον ὁδοῦ, καὶ ῥοπῆς τῆς εἰς ἁμαρτίαν, καὶ φιληδονίας σαρκικῆς. Ἐλεηθήσεται γὰρ οὕτως ἐξ ἀληθινῆς καρδίας ποιησάμενος τὴν ἐπιστροφὴν, ὅτι ἀφήσει ἐπὶ πολὺ τὰς ἁμαρτίας ὑμῶν. Τὸ δὲ, ἐπὶ πολὺ, φησὶ ἀντὶ τοῦ, παντελῶς καὶ εἰσάπαν· «Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερπερίσσευσεν ἡ χάρις,» κατὰ τὸ γεγραμμένον· δυσαπόνιπτον γὰρ τῶν ἐν ὑμῖν αἰτιαμάτων οὐδὲν, διασμήχειν ἐθέλοντος Θεοῦ. Γέγραπται γὰρ περὶ τοῦ πάντων Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι «Ἰδοὺ αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων, καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.» Βαπτίζει γὰρ ἡμᾶς Πνεύματι ἁγίῳ καὶ πυρί. Πῦρ δὲ εἶναί φαμεν τὴν οἶον σμηκτικὴν τοῦ ἁγίου Πνεύματος δύναμιν, πυρὸς δίκην ἐκτήκουσαν τῶν ἐν ἡμῖν πλημμελημάτων τὸν ῥύπον. Οὐ γάρ εἰσιν αἱ βουλαί μου, ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοί μου, αἱ ὁδοὶ ὑμῶν, ἀλλ' ὥσπερ ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὔτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ἀπιστεῖν οὐκ ἐᾷ διὰ Χριστοῦ χάριτι τοὺς καλουμένους εἰς ἐπιστροφὴν, καὶ λύτρωσιν, καὶ ἀποκάθαρσιν ἁμαρτίας. Τοῦτο πεπόνθασιν οἱ ἐξ αἵματος Ἰσραήλ· Θεοῦ γὰρ καλοῦντος εἰς ἐπιστροφὴν καὶ μετάγνωσιν, τοῖς τοῦ συνειδότος ἐλέγχοις καταδακνόμενοι, καὶ δυσέκνιπτον κομιδῇ τὸν τῆς ἑαυτῶν φαυλότητος ῥύπον λογιζόμενοι, Αἱ πλάναι ἡμῶν, ἔφασκον, ἐν ἡμῖν εἰσιν, καὶ ἐν αὐταῖς ἡμεῖς τικτόμεθα. Καὶ πῶς ζησόμεθα; Καὶ τί πρὸς ταῦτα Θεός; Ἐπιστροφῇ ἀποστρέψατε ἀπὸ τῆς ὁδοῦ ὑμῶν, οἶκος τοῦ Ἰσραὴλ, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. Ὅταν τοίνυν ἀπιστῆτε, καὶ ὑμεῖς, αὐτός φησι, διαβεβαιουμένου τε καὶ λέγοντος ἐμοῦ τοῦ πάντα ἰσχύοντος, ὅτι Πάσης ὑμᾶς ἀπαλλάξω κηλῖδος, καὶ τῶν πάλαι διεπταισμένων ἐλευθέρους ἀποφανῶ, τότε καθ' ἑαυτοὺς ἐννοήσατε, τίς μὲν ἐγὼ, τίνες δὲ καὶ ὑμεῖς, καὶ ὅτι τοσοῦτον διεστήκασιν ἐκ τῶν ὁδῶν ὑμῶν αἱ ὁδοί μου, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου, ὅση τίς ἐστι καὶ τῶν φύσεων ἡ διαφορά. Ἄνθρωποι μὲν γὰρ ὑμεῖς, ἐγὼ δὲ Θεός. Οὐκοῦν ἀμέτρητόν τε τὸ μεταξὺ, καὶ ἀπαράβλητα παντελῶς τὰ Θεοῦ. Νικᾷ γὰρ ἰσχύϊ, καὶ δόξῃ, καὶ ἡμερότητι, καὶ οὐδὲν ἔστι παντελῶς ἐν γεννητοῖς, ὃ τοῖς ἐνοῦσιν αὐτῷ πλεονεκτήμασι συνεκτείνεται, ἤγουν ἐγγὺς ὁρᾶται καὶ παραβραχύ. Ἄνθρωποι μὲν γὰρ ἀοργησίαν οὐκ ἔχουσιν· ἔνεστι δὲ τοῦτο τῇ ὑπὲρ πάντα φύσει· οὐ γὰρ κρατεῖται θυμῷ. Πικρὸς ὁ ἅνθρωπος καὶ πολὺς εἰς πονηρίας, ἀγαθὸς δὲ τῇ φύσει Θεὸς, μᾶλλον δὲ

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
