Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1232.1
Not analysed yet
αὐτόχρημα τὸ ἀγαθόν. Ἀνήσει δὴ οὖν ὡς Θεὸς, καὶ δικαιώσει τὸν ἀσεβῆ, καταχωννὺς ἀμνηστείαις τὰ ἐξ ἀγνοίας πταίσματα, ἀφανίζων δὲ καὶ τοὺς ἐκ τοῦ πεπλανῆσθαι ῥύπους. Καὶ καθ' ἕτερον δὲ τρόπον τῇ τῶν προκειμένων θεωρίᾳ προσβαλεῖς. Πάλαι μὲν γὰρ τῶν ἐθνῶν ἡ πληθὺς ἀσύνετος ἦν, εὔκολος εἰς ἀποφορὰν τὴν εἰσάπαν ὁτιοῦν τῶν ἐκτόπων, καὶ ὅλοις ὥσπερ ἱστίοις ἀποφερομένη πρὸς τὸ δρᾷν ἐθέλειν, ἃ μὴ θέμις εἰπεῖν. Ἐπειδὴ δὲ διὰ τῆς πίστεως ἐζήτησαν τὸν Θεὸν, ἀπεκαλέσαντό τε καὶ ἀπέλιπον ἑαυτῶν τὰς πρώτας ὁδοὺς καὶ ἀνόμους βουλὰς, ἠλέηνται μὲν παρ' αὐτοῦ, μετεστοιχειώθησαν δὲ ὥσπερ εἰς ἑτέραν ζωὴν, σοφοὶ γεγόνασιν ὡς σοφίας μέτοχοι, καὶ ἀγαθοῦ παντὸς πράγματος ἐπιστήμονες, ἀπεσείσαντο τῆς ἀρχαίας ἀπάτης τὸν ζυγὸν, νενικήκασι τὴν ἁμαρτίαν, οὐκ εὐπαρακόμιστον ἔτι τὴν διάνοιαν ἔχοντες, ἐρηρεισμένην δὲ μᾶλλον, καὶ εὐσθενῆ, καὶ πολὺ βλέπουσαν ἐπὶ τὸ χρῆναι πληροῦν τὰ ἐφ' οἷσπερ ἂν ἡσθείη Θεός. Ἀλλ' ὅταν ἐπαγγείλωμαι ταῦτα, φησὶ, μὴ ἀπιστήσητε, μήτε μὴν ἀμήνυτον [ἴσ. ἀνήνυτον] ἔσεσθαι τῆς αὐτῶν γνώμης τὴν μεταβολὴν ὑπολαμβάνετε· οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοί μου, αἱ ὁδοὶ ὑμῶν. Ὑμῖν γὰρ ἀνθρώποις οὖσι φύσει πλεῖστά τέ ἐστι τῶν πραγμάτων τὰ δυσεργῆ καὶ ἀνήνυτα. Οὐ γὰρ πᾶν, ὅπερ ἕλοισθε δρᾷν, τοῦτο πάντη τε καὶ πάντως δραμεῖται πρὸς πέρας· ἐμοὶ δὲ ὄντι Θεῷ λεῖα πάντη καὶ εὐήλατα, καὶ οὐδὲν ἄναντες ὅλως. Τοσοῦτον γὰρ ἀφεστήκασιν αἱ ὁδοί μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, ὅσον ἂν νοοῖτο τὸ μεταξὺ γῆς τε καὶ οὐρανοῦ· ἀκατάληπτον δὲ τοῦτο παντελῶς, καὶ μέτρου πέρα, καὶ ταῖς ἀνθρώπων διανοίαις οὐχ ἁλώσιμον. Ἔφη γοῦν καὶ ὁ θεσπέσιος προφήτης Ἡσαΐας· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὅρια σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; ἢ τίς ἔγνω νοῦν Κυρίου;» Ὡς γὰρ καταβῇ ὑετὸς, ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ καὶ βλαστήσει, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν· οὕτως ἔσται τὸ ῥῆμα ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου· οὐ μὴ ἀποστραφῇ, ἕως ἂν συντελέσῃ ὅσα ἠθέλησα. Ὡς ἐκ παραδείγματος ἐναργοῦς καὶ πᾶσι γνωριμωτάτου πειρᾶται πληροφορεῖν, ὅση τίς ἐστι τῶν αὐτοῦ νευμάτων ἡ δύναμις. Πίπτει μὲν γὰρ ὑετὸς ἢ χιὼν ἐξ οὐρανοῦ, καθιεμένην δὲ παρὰ Θεοῦ διακωλύσειεν ἂν οὐδείς· τρέχει δὲ μᾶλλον εἰς πέρας τοῦ καθιέντος αὐτὸν ὁ σκοπός· εὔκαρπον γὰρ ἀποφαίνει ἅπασαν τὴν γῆν, ὥστε τοὺς γηπόνους ἐν ἀμφιλαφείᾳ γενέσθαι πολλῇ καὶ σπερμάτων, καὶ τροφῆς. Καιροῦ γὰρ ὄντος καθ' ὃν ἂν εὐτραφὴς ὁ στάχυς ἀναδοθείη τῆς γῆς, οὐχὶ μόνα τὰ διαρκέσαι δυνάμενα πρὸς τροφὴν ζητοῦσι γηπόνοι, ἀλλὰ γὰρ καὶ ὅσα πάλιν ἀποχρήσειεν ἂν αὐτοῖς, καιροῦ καλοῦντος ἐπὶ τὸ χρῆναι πονεῖν. Οὕτω, φησὶν, οὐκ ἄν τις τὸν ἐμὸν εἴρξῃ λόγον, οὐδ' ἂν ἀποστραφείη, τουτέστιν, οὐ παύσεται, ἄχρις ἂν εἰς πέρας ἔλθοι τὸ δοκοῦν ἐμοί. Καὶ