# Commentarius in Isaiam prophetam 70.1233

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.1233

ἀληθὴς ὁ λόγος· ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, «Ἃ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει, καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» Τίς γὰρ ἔσται τοσοῦτος, ὡς θείαις ἀντιστῆναι ψήφοις, καὶ θελήμασιν ἀνταναστῆναι δεσποτικοῖς; Οὐδεὶς παντελῶς. Οὐκοῦν ὅπερ ἂν ἐκ στόματος ἐξέλθοι τοῦ κατὰ ἀλήθειαν ὄντος Θεοῦ, τοῦτο πάντη τε καὶ πάντως δραμεῖται πρὸς πέρας· ἔνεστι γὰρ τὸ πάντα δύνασθαι κατορθοῦν αὐτῷ, καὶ πρός γε τούτῳ τὸ ἀψευδεῖν. Πλὴν κατέπεμψεν ἡμῖν τοῖς ἐπὶ γῆς ὁ Θεὸς καὶ Πατὴρ ὑετὸν ὥσπερ τινὰ θεῖόν τε καὶ νοητὸν τὴν διὰ Χριστοῦ παράκλησιν, ἤτοι τῶν εὐαγγελικῶν κηρυγμάτων τὴν χορηγίαν, δι' ἧς εὔκαρπος καὶ γονιμωτάτη γέγονεν ἡ σύμπασα γῆ. Ψάλλει γοῦν ὁ θεσπέσιος Δαβὶδ, καί φησιν· «Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτὴν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς, ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.» Καὶ μὴν καὶ διὰ φωνῆς Μωσέως, «Καταβήσεται, φησὶν, ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματα μου.» Ἐπιστέλλει δέ τισι καὶ ὁ πάνσοφος Παῦλος· «Ὁ δὲ Θεὸς τῆς εἰρήνης αὐξήσαι τὸν σπόρον ὑμῶν, καὶ πληθύναι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν.» Οὐκοῦν εὐκαρπίαν ἐσχήκαμεν τὴν πνευματικὴν, τὴν διὰ Χριστοῦ χορηγίαν λαβόντες εἰς νοῦν, ὥστε μὴ μόνον τὴν ἱερὰν συλλέξαι τροφὴν, ἤτοι τὸν ἄρτον ἔχειν ἡμᾶς τὸν ζωοποιὸν, ἀλλὰ γὰρ καὶ σπέρμα τῷ σπείροντι. Οἱ γάρ τοι λαῶν προεστηκότες, καὶ δογμάτων ἱερῶν ἐπιστήμονες, καὶ παιδαγωγεῖν ἑτέρους οἷοί τε καὶ τὸν τῆς μυσταγωγίας τοῖς ὑπὸ χεῖρα λαοῖς ἐξυφαίνοντες λόγον, σπείρουσιν ἐν ταῖς καρδίαις αὐτῶν, ὃν ἐθησαύρισαν αὐτοῖς σπόρον, προκατασωρεύσαντες ἐν ταῖς ἑαυτῶν ψυχαῖς. Ὡς γὰρ ὁ πάνσοφος Παῦλός φησιν, «Θεοῦ γεώργιόν ἐσμεν·» συνεργοὶ γὰρ Θεοῦ τοῦ σπείροντος ἐν ἡμῖν, καὶ δογματικῆς εὐτεχνίας γνῶσιν ἀκριβῆ, καὶ πολιτείας εὐαγοῦς ἐπιστήμην, καὶ παντὸς ἔφεσιν ἀγαθοῦ πράγματος· οὗτος δέ ἐστιν ὁ Χριστὸς, ὃς δὴ καὶ περὶ αὑτοῦ φησιν· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» Καὶ εὐοδώσω τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου. Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε. Ὑποσχόμενος ὅτι πάντη τε καὶ πάντως ἐλεηθήσονται τοὺς τῆς ἁμαρτίας ἀπονιψάμενοι ῥύπους, εἶτα καθαροὶ γεγονότες αὐτῷ συναφθήσονται πνευματικῶς, ἔσονται δὲ οἱ μακρὰν ἐγγὺς, καὶ ταῖς παρ' αὐτοῦ φιλοτιμίαις καταπιανθήσονται, καὶ διὰ μέσου παρενθεὶς τὰ δι' ὧν ἦν δύνασθαι πιστεύειν αὐτοὺς, ὅτι καὶ ἀψευδὴς ᾖ, Θεὸς ὢν φύσει, καὶ τῶν δυνάμεων Κύριος, ἔχεται πάλιν τῶν ἐφεξῆς, ἤτοι τῆς ἀπαριθμήσεως τῶν δοθησομένων αὐτοῖς πνευματικῶν χαρισμάτων. Εὐοδώσω γὰρ, φησί, τὰς ὁδούς μου, καὶ τὰ ἐντάλματά μου· μέγα τοῦτο καὶ ἀξιόληπτον ἀγαθὸν, καὶ ξένιον οὐρανοῦ· καὶ τίνα τρόπον, ἐροῦμεν. Τοῖς μὲν γὰρ ἐκ φιληδονίας κοσμικῆς εἰς εὐσχήμονα ζωὴν μεθορμίζεσθαι βουλομένοις οὐκ ἄτραχυ τὸ χρῆμά ἐστιν. ἀλλ' οὐδὲ βάσιμον ἐν ἀρχαῖς. Ἀντανίσταται γὰρ αὐ-

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
