# Commentarius in Isaiam prophetam 70.1272

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.1272

Ἀναγκαίως ἐπενήνεκται τοῖς ἀνόπιν καὶ ταῦτα. Ἔδει γὰρ, ἔδει καὶ τῶν φιλαμαρτημόνων καὶ ἀποστατῶν ἐναργῆ γενέσθαι τὴν κόλασιν, καὶ τῶν ἀγαπώντων αὐτὸν τὰ ἔργα. Καὶ καθόλου μὲν ἀληθὴς ἡ ὑπόσχεσις· ἅπας γὰρ εἴτις ἀντέχεται Θεοῦ, καὶ τῆς εἰς αὐτὸν ἀγάπης ὁλοτελοῦς οὐδὲν ἡγεῖται τὸ ἄμεινον, διαπρέπει δὲ καὶ δι' ἁπάσης ἀγαθουργίας· οὗτος ἔσται κληρονόμος τῆς ἡτοιμασμένης γῆς τοῖς ἁγίοις, ἣν δὴ καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ κατεσήμαινε λέγων· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Ὄρος δὲ ἅγιον ἐν τούτοις φημὶ, τάχα που τὴν ἄνω πόλιν, τὴν ἐπουράνιον Ἰερουσαλὴμ, τὴν τῶν ἁγίων καλλίπολιν. Ψάλλει γάρ που, καί φησι περὶ αὐτῆς ὁ θεσπέσιος Δαβίδ· «Τίς ἀναβήσεται εἰς τὸ ὄρος Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῶος χερσὶ, καὶ καθαρὸς τῇ καρδίᾳ.» Οὐκοῦν ἅπασι τοῖς ἀντεχομένοις Θεοῦ, κλῆρος ἔσται τῶν ἁγίων ἡ γῆ, καὶ τὸ σεπτόν τε καὶ διαβόητον ὄρος. Ἔοικε δὲ νυνὶ περὶ τῶν πιστευσάντων εἰς αὐτὸν ἐκ τῶν Ἰουδαϊκῶν ταγμάτων ποιεῖσθαι τοὺς λόγους, ὦν ἀπαρχὴ καὶ πρῶτοι γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, τῆς εἰς Χριστὸν ἀγάπης ἀπρὶξ ἐχόμενοι, ἀκράδαντον ἔχοντες ἐπ' αὐτῷ τὴν πίστιν, καὶ ἀδιάβλητον τὴν ὑποταγὴν, καὶ ἀδιάσπαστον τὴν ἀγάπην. Φασὶ γοῦν, ὅτι «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Οὗτοι γεγόνασι τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμοι, καὶ κατεκτήσαντο γῆν τὴν ἄνω τὴν τοῖς πραέσιν ηὐτρεπισμένην. Πρέποι δ' ἂν τὸ τῆς πραότητος ὄνομα τοῖς τὴν εὐαγγελικὴν διαβιοῦσι ζωὴν, οἷς καὶ προστέταχεν ὁ Χριστὸς τὸ μὴ ὀργίζεσθαι δεῖν, μήτε μὴν ἀμύνεσθαί τινας τῶν λελυπηκότων, ἐπείγεσθαι δὲ μᾶλλον εὐεργετεῖν καὶ τοὺς ἐν τάξει γεγονότας τῶν ἐχθρῶν. «Εὖ ποιεῖτε» γὰρ, φησὶ, «τοὺς ἐχθροὺς ὑμῶν, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καὶ τῷ παίοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Ἀνεξικακίας δὲ καὶ πραότητος τῆς εἰς ἄκρον ἀπόδειξις ἂν εἴη τὸ διαπρέπειν ἐν τούτοις. Τοῖς δέ γε κτησαμένοις τὴν γῆν καὶ τὸ ὄρος τὸ ἅγιον, ὡς ἐν ὑποσχέσει καὶ ἐν ἐλπίδι ῥηθήσεται, φησί· «Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδούς·» τοῦτό ἐστιν ἐναργῶς τὸ, «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.» Τίνα δὲ τρόπον ἡ ἑτοιμασία πράττεται, διεσάφησεν εἰπών· «Ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου·» τουτέστι, λείαν καὶ εὐήλατον ἀποδείξατε τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τῆς διὰ πίστεως σωτηρίας τὴν ὁδόν· μηδὲν ἔστω τὸ τραχὺ καὶ ἄναντες. Ὁ μὲν γὰρ νόμος διὰ Μωσέως ἐλεεῖν οὐκ ἠπίστατο, καὶ δυσκατόρθωτος ἦν· πολλὰ γὰρ πταίομεν ἅπαντες, καὶ δυσεύρετος ἦν ὁ εἰσάπαν ἐλεύθερος, καὶ ἀμωμήτως αὐτὸν ἀποπεράναι δυνάμενος. Καὶ γοῦν ἔφασκον οἱ θεσπέσιοι μαθηταὶ τοῖς μετὰ τὴν πίστιν ἐπὶ τὰς τοῦ νόμου σκιὰς ὑπονοστεῖν ἐθέλουσι· Καὶ νῦν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι τὸν ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε ἡμεῖς, οὔτε οἱ πατέρες ἡμῶν ἴσχυσαν βαστάσαι; Ἔφη

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
