# Commentarius in Isaiam prophetam 70.1292

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.1292

φιλοτιμίαν εὑρήσουσιν. Οὐκοῦν, «Ἐὰν ἀφέλης, φησὶν, ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν.» Καὶ σύνδεσμον μὲν, ὥς γε οἶμαι, φησὶ τὴν τῶν ἐθνῶν μοχθηρίαν, σκαιότητά τε καὶ τὸ φιλόνεικον, καὶ τὸ οἷον συνδέσμους πραγμάτων ἐργάζεσθαι κατά τινων, καὶ σκολιῶν εὑρεμάτων ποιεῖσθαι ζητήσεις, ὡς καταδεσμεῖν ἔσθ' ὅτε τινὰς, καὶ ἀφύκτοις περιστάσεων ἐνιέναι βρόχοις. Δεῖ γὰρ ἁπλοῦν, καὶ εὐπρόσιτον εἶναι τὸν ἄνθρωπον, εἴπερ ἔχοι σκοπὸν ἐφορᾶσθαι παρὰ Θεοῦ, καὶ τῶν παρ' αὐτοῦ γλίχεσθαι χαρισμάτων. Χειροτονίαν δὲ τάχα πού φησι τὴν δωροδοκίαν, καὶ τὸ λημμάτων αἰσχρῶν ἐφίεσθαι, φαμὲν γὰρ ἔσθ' ὅτε περί τινων, ὡς δὲ τὴν χεῖρα πρὸς τὸ λαβεῖν ἐκτεταμένην ἔχει, καὶ περὶ τῶν ἀποσειομένων αἰσχροκερδείαις, ὅτι συνεσταλμένην ἔχει τὴν χεῖρα. Εἴρηται δὲ περὶ τῶν ἡγουμένων τῆς Ἰουδαίων Συναγωγῆς· «Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο,» καὶ ὅτι γεγόνασι κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Ἀββακούμ· «Ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει.» Οὐκοῦν ἢ δωροληψίας ἔσται σημαντικὸν τοὔνομα, τουτέστιν, ἡ χειροτονία, ἢν δὴ καὶ ἀφελεῖν, ἤγουν ἀποστῆσαι προστέταχεν· ἢ καὶ καθ' ἕτερον τρόπον τὸ ἀνταμύνασθαι δηλοῖ, καὶ τὸ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ. Ἔφη γοῦν ὁ Ψαλμῳδὸς περί τινων, ὅτι «Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι.» Προσεπάγει δὲ, ὅτι «Ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.» Οὐκοῦν ἡ τῆς χειρὸς ἔκτασις κατασημήνειεν ἂν, ὡς ἔφην, καὶ τὴν ἀνταπόδοσιν, ἣν ἄν τις ποιοῖτο τοὺς καταλυπήσαντας ἀμυνόμενος, καὶ τοῖς προσκρούσασιν ἀντεπαγαγὼν τὰ ἐξ ὀργῆς. Μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ Σωτῆρος λέγοντος, ὅτι «Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην.» Πραότητος γὰρ καὶ ἀοργησίας τῆς εἰς λῆξιν ἀπόδειξις γένοιτ' ἂν τὸ εἰδέναι διακαρτερεῖν ἐν πλεονεξίαις, καὶ μὴ ἀνταμύνεσθαι φιλεῖν τοὺς λελυπηκότας, ἀμνησικάκως δὲ μᾶλλον διακεῖσθαι περὶ αὐτούς. Ἀφελεῖν δὲ βούλεται πρὸς τούτῳ καὶ ῥήματα γογγυσμοῦ. Δεῖ γὰρ ἡμᾶς ἱλαρῷ φρονήματι τοῖς θείοις ὑποκεῖσθαι νόμοις, καὶ τῆς ἐξαιρέτου πολιτείας μηδεμίαν ποιεῖσθαι καταβοὴν, μονονουχὶ τὸν ζυγὸν ἀποσειομένους, καὶ καταφοιτῶντος τοῦ νοῦ πρὸς ἔφεσιν τὴν ἐπί γε τοῖς χείροσι, καὶ φιληδονίαν μᾶλλον ἐπαινοῦντος ἢ ἐγκράτειαν, καὶ τὰς ἐν κόσμῳ τρυφὰς προτάττοντος τοῦ διαβιοῦν ἑλέσθαι σεπτῶς. Ὃ δὴ καὶ πεπράχασιν οἱ ἐξ Ἰσραὴλ τὴν βαθείαν ἐκείνην διατρέχοντες ἔρημον. Καθιέντος γὰρ τοῦ Θεοῦ τὸ μάννα αὐτοῖς, τὴν πρὸς τὰ αἰσχίω ῥοπὴν εἰσεδέχοντο λέγοντες, «Ὄφελον ἀπεθάνομεν, πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτου, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν.» Ἀλλ' ἐκβέβηκεν αὐτοῖς εἰς ὄλεθρον ὁ κατὰ Θεοῦ γογγυσμὸς, ἀπώλοντο γὰρ ὑπὸ τῶν ὄφεων. Ταύτῃτοι καὶ ὁ σοφώτατος Παῦλος, «Μὴ γογγύζετε, φησὶ, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.» Οὐκοῦν ἱλαρῷ φρονήματι προσήκει τὸν

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
