# Commentarius in Isaiam prophetam 70.1329

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.1329

φάρ.» Ἔθνη μὲν γὰρ περίοικα τῆς Ἱερουσαλὴμ, καὶ τὰς ὁμόρους ἔχοντα, Μαδιηναῖοί τε καὶ οἱ ἐκ Γεφάρ. Ἦσαν γὰρ βδελυροὶ, καὶ ἀκρόβυστοι, καὶ εἰδωλολάτραι, ἀλλ' ὅτι κεκλήσονται καὶ αὐτοὶ, καὶ καρποφορήσουσι τῷ Θεῷ, διαδείκνυσιν ἐν τούτοις. Ἦσαν μὲν γὰρ ἐμβάται καμήλων, καὶ τὰς τοῦ ζῇν ἀφορμὰς ἀπό γε τοῦ μάχεσθαι, καὶ κτηνοτροφεῖν ἐπορίζοντο· ἦσαν δὲ ὅτι μάλιστα τοῖς ἐξ Ἰσραὴλ, ἀλλ' οἱ ποτὲ πλανώμενοι βέβηλοί τε καὶ ἄμικτοι τοῖς ἡγιασμένοις ἥξουσι, φησὶν, οὐ καθ' ἕνα μᾶλλον, ἀγεληδὸν δὲ ὥσπερ, καὶ κατὰ πληθὺν, ἢ καμήλοις ἐποχούμενοι, ἤγουν ἅπερ ἔχουσι προσκομίζοντες, καὶ τοῖς κατὰ χεῖρα τιμῶντες Θεόν. «Ἥξουσι δὲ πάντες ἐκ Σαββᾶ φέροντες χρυσίον καὶ λίβανον, οἴσουσι καὶ λίθον τίμιον, καὶ τὸ σωτήριον Κυρίου εὐαγγελιοῦνται.» Χώρα πάλιν ἐστὶν ἡ Σαββὰ τῆς Ἀράβων ἐπέκεινα, καὶ ἀγχοῦ μᾶλλον θαλάσσης Ἐρυθρᾶς, ἐξ ἧς ἡ Σαββὰ ἡ τῶν Αἰθιόπων βασίλισσα ἐν τοῖς Σολομῶντος καιροῖς ἐπεφοίτησε τῇ Ἱερουσαλήμ. Γονιμωτάτη δὲ ἡ χώρα λιβανωτοῦ, χρυσοῦ τε καὶ λίθων τῶν Ἰνδικῶν. Ἥξουσι τοίνυν, φησὶ, καρποφοροῦντες εἰς δόξαν Θεοῦ, καὶ προσάγοντες λίβανον, καὶ χρυσὸν, καὶ λίθους, ἤγουν τὴν ἐξ ἔργων ἀγαθῶν εὐοσμίαν, καὶ φαιδρότητα νοητὴν, καὶ πλοῦτον πνευματικόν. «Εὐαγγελιοῦνται δὲ καὶ τὸ σωτήριον τοῦ Θεοῦ.» Πλεῖστοι μὲν γὰρ ὅσοι κέκληνται μὲν ἐξ ἐθνῶν, σεσοφωμένοι δὲ τὴν καρδίαν, καὶ τῶν ἱερῶν δογμάτων νοῦν λαβόντες ἐπιστήμονα διδασκαλικὸν ἐσχήκασι τὸ ἀξίωμα, καὶ τὴν παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ σωτηρίαν τε καὶ χάριν ἑτέροις διακηρύττοντες, τὸν τῆς γνησιότητος ἀνεδήσαντο στέφανον. «Ἥξουσι δέ σοι, φησὶ, καὶ τὰ πρόβατα Κηδὰρ, καὶ οἱ κριοὶ Ναβαιὼθ, καὶ ἀνενεχθήσονται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου.» Κηδὰρ δὲ, καὶ Ναβεὼθ χῶραι πάλιν ἕτεραι λιπαραί τε καὶ εὔβοτοι, καὶ πλείστους μὲν ἔχουσαι τοὺς ἐνοικοῦντας αὐταῖς, πλὴν εἰδωλολάτρας, καὶ πεπλανημένους. Ἀλλὰ καὶ οὗτοι, φησὶ, κριοὺς, καὶ πρόβατα προσοίσουσι, καὶ πάντα ἔσται δεκτὰ ἐπὶ τὸ θυσιαστήριόν μου· καίτοι κατά γε τὸν Μωσέως νόμον οὐκ ἐξῆν ἀλλογενέσι προσάγειν θυσίας τῷ Θεῷ. Οὐδ' ἂν εἰ προσῆγον δεκτὰς ἐποιήσατό τις αὐτάς. Ἀλλ' ἰδοὺ προστάττει Θεὸς δεκτὰς εἶναι καὶ ταύτας τοῖς ἁγίοις θυσιαστηρίοις. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος, βάρβαρος, Σκύθης, Ἕλλην τε καὶ Ἰουδαῖος, ἀλλὰ πάντα, καὶ ἐν πᾶσι Χριστός. Ἓν γὰρ γεγόνασιν οἱ δύο λαοὶ, κατενεγκόντος αὐτοῦ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσαντος. Δεκταὶ τοίνυν αἱ πάντων θυσίαι, προσιόντων Θεῷ διὰ τῆς πίστεως ἐν Χριστῷ. Ἐδοξάσθη δὲ ὁ οἶκος τῆς προσευχῆς τοῦ Θεοῦ. Καί μοι πάλιν ἄθρει τοῦ λόγου τὸ βάθος· οὐ γὰρ θυσιῶν, καὶ καπνῶν οἶκον ἔτι βούλεται καλεῖσθαι τὴν Ἐκκλησίαν, καθάπερ ἀμέλει καὶ τὸν ἐν τοῖς Ἱεροσολύμοις ναὸν, εὐχῆς δὲ μᾶλλον, τουτέστι, λατρείας πνευματικῆς. Ψάλλει δέ που καὶ φησὶν ὁ θεσπέσιος Δαβίδ· «Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Σημειωτέον δὲ ὅτι τοῦτον τὸν στοῖχον καὶ αὐτὸς ὁ

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
