# Commentarius in Isaiam prophetam 70.1332

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.1332

Σωτὴρ διεμνημόνευσέ που ταῖς Ἰουδαίων ἐμπορίαις ἐπιτιμῶν, καὶ λέγων· «Γέγραπται· Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.» Ὅτε τοίνυν οἶκος γέγονε προσευχῆς, τότε καὶ δεδόξασται. Τίνες οἵδε ὡς νεφέλαι πέτανται, καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς; Ἐμὲ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεῖς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν ἄργυρον, καὶ τὸν χρυσὸν μετ' αὐτῶν διὰ τὸ ὄνομα Κυρίου τὸ ἅγιον, καὶ διὰ τὸ τὸν Ἅγιον τοῦ Ἰσραὴλ ἔνδοξον εἶναι. Ἔνεστι πάλιν ἐν τούτοις ἰδεῖν τὸ τῆς Ἐκκλησίας πρόσωπον εἰσκεκομισμένον, ἤτοι τῆς νοητῆς Ἱερουσαλὴμ, ἆρον ὥσπερ ἐν κύκλῳ τοὺς ὀφθαλμοὺς, καθὰ προστέτακται παρὰ Θεοῦ, εἶτα καταπεπλανημένης τῶν ἐπ' αὐτῇ τρεχόντων τὸ πλῆθος, καὶ τῶν διὰ πίστεως συναγηγερμένων τὸν ἀριθμοῦ παντὸς ἐπέκεινα δῆμον. «Τίνες γὰρ οἵδε πέτανται, φησὶν, ὡς νεφέλαι, καὶ ὡς περιστεραὶ σὺν νεοττοῖς;» Σαγηνεύονται γὰρ διὰ πίστεως, οὐ πρεσβύται μόνον, ἀλλὰ γὰρ σὺν αὐτοῖς καὶ νέοι, καὶ ὁμοῦ παισὶ πατέρες, καὶ θυγατράσι μητέρες. Οὐκοῦν κατὰ πάσης ἡλικίας, τὸ τῶν εὐαγγελικῶν κηρυγμάτων ἁπλοῦται λῖνον, καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν τῇ βίβλῳ Ψαλμῶν γεγραμμένον· «Νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.» Πετᾶσθαι δέ φησιν αὐτοὺς, ἢ ὅτι βαδιοῦσιν ἐπ' αὐτὴν, οὐκ ἀτημελῶς τε καὶ παρειμένως, ἀλλ' οἷον πτηνοὶ, καὶ δρομαῖοι, ἤγουν τὸ γεῶδες καὶ χθαμαλὸν ἀφέντες φρόνημα μετεωροπολοῦσι τρόπον τινὰ, καὶ ὥσπερ ἐκ θαλάττης νεφέλαι, ἐκ θορύβου τε καὶ τρυφῆς κοσμικῆς, ἄττουσί τε ὑψοῦ, καὶ ἀνανήχονται πρὸς τὴν ἄνω σπεύδοντες πόλιν. Θαυμαζούσης τοίνυν τῆς Ἐκκλησίας τὴν ἐξ ἁπάσης χώρας τὴν διὰ πίστεως συνδρομὴν, τὴν τοῦ πράγματος αἰτίαν ἀπογυμνοῖ πάλιν ὁ σαγηνεύων αὐτοὺς, καί φησιν· «Ἐμὲ νῆσοι ὑπέμειναν, καὶ πλοῖα Θαρσεῖς ἀγαγεῖν τὰ τέκνα σου μακρόθεν, καὶ τὸν χρυσὸν καὶ τὸν ἄργυρον μετ' αὐτῶν.» Καὶ νήσους ἐνθάδε συνήσεις, οὐχὶ δὴ πάντως αὐτὰ τὰ τῶν νήσων ἐδάφη, εὔηθες γὰρ, οὔτε μὴν αὐτὰ τὰ τῆς Θαρσεῖς πλοῖα, τοὺς ἐνοικοῦντας δὲ μᾶλλον αὐταῖς, ἤτοι τῶν νήσων τοὺς ἐμβάτας. Θαρσεῖς δὲ ἡ θεία Γραφὴ τὰς Ἰνδικὰς ὀνομάζει πλεισταχοῦ· φασὶ δὲ εἶναι καὶ ἐν τῇ Κύπρῳ Θαρσεῖς πόλιν ὠνομασμένην. Οὐκοῦν ἐπειδήπερ αἵ τε νῆσοι, φησὶ, καὶ οἱ ἐκ τῆς Ἰνδῶν ἥκοντες χώρας ἐμὲ ὑπέμειναν, τουτέστιν, ὑπέστησαν τὸν ἐπενεχθέντα αὐτοῖς παρ' ἐμοῦ ζυγὸν, διὰ τοῦτο συῤῥεῖ πανταχόθεν ἡ τῶν πιστευόντων πληθύς. Ἥκουσι γὰρ, καὶ ἐξ αὐτῆς τῆς Βαρβάρου γῆς ἄνδρες οὐκ ὀλίγοι τὸ Χριστοῦ φοροῦντες ὄνομα, καὶ καρποφοροῦντες εἰς δόξαν αὐτοῦ τὰ ὅσαπερ ἂν αὐτοῖς ἡ χώρα δύνηται φέρειν. Εὔφορον δὲ εἶναι χρυσοῦ, καὶ ἀργύρου φασὶν αὐτήν. Προσκομίζουσι δὲ οὐ κατά γε τὸ παρῳχηκὸς ἔθος ἀψύχοις τισὶν εἰδώλοις, καὶ δαιμονίων ἀγέλαις, ἀλλ' ἐπειδήπερ ἅγιον γέγονε παρ' αὐτοῖς τὸ ὄνομα Κυρίου, ἔνδοξος δὲ ὁ Ἅγιος τοῦ Ἰσραήλ· καὶ οὐχ ἕτερος μὲν ὁ Κύριος, ἕτερος δὲ πάλιν ὁ Ἅγιος τοῦ Ἰσραὴλ, ἀλλ' εἷς

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
