# Commentarius in Isaiam prophetam 70.1352

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.1352

τὸ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, κατὰ τὸ ἀνθρώπινον. Ταύτην εἶναί φαμεν τὴν χρῆσιν [al. χρίσιν]. Ἐναργῆ δὲ καθίστησι τῆς ἐνανθρωπήσεως τὴν αἰτίαν. Εἰπὼν γὰρ ὅτι παρὰ τοῦ Πατρὸς, προσεπήνεγκεν ἀναγκαίως, «Οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, ἄφεσίν τε κηρύξαι τοῖς ἐν αἰχμαλωσίᾳ, χαρίσασθαι δὲ καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι τε πρὸς τούτοις καὶ ἡμέραν ἀνταποδόσεως·» πολλὰ κατὰ ταὐτὸν τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὰ περιφανῆ κατορθώματα. Ἵνα γὰρ κατακτήσηται τὴν ὑπ' οὐρανὸν, καὶ τοὺς ἀνὰ πᾶσαν ὄντας τὴν οἰκουμένην προσκομίσῃ τῷ Θεῷ καὶ Πατρὶ μεταστοιχειώσας τὰ πάντα πρὸς τὸ ἀμεινόνως ἔχειν, καὶ οἷον ἀνακαινίσας τὸ πρόσωπον τῆς γῆς, ἔλαβε δὲ δούλου μορφὴν, καίτοι Κύριος ὑπάρχων τῶν ὅλων. Εὐηγγελίσατο γοῦν πτωχοῖς, ἀπεστάλθαι διὰ τοῦτό φησι. Πτωχοὶ δ' ἂν εἶεν, ἤγουν νοηθεῖεν, οἱ παντὸς ἀγαθοῦ νενοσηκότες ποτὲ τὴν ἔνδειαν, ἐλπίδα τε μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ, κατὰ τὸ γεγραμμένον. Οὗτοι δ' ἂν εἶεν οἱ ἐξ ἐθνῶν, οἱ τὴν εἰς αὐτὸν πίστιν πλουτήσαντες, τὸν θεῖόν τε καὶ οὐράνιον κεκερδηκότες θησαυρὸν, τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, δι' οὗ γεγόνασι καὶ τῆς τῶν οὐρανῶν βασιλείας μέτοχοι, καὶ συμμερισταὶ τῶν ἁγίων, κληρονόμοι τῶν ὑπὲρ νοῦν καὶ λόγον. «Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, φησὶ, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ἢ τάχα που καὶ τοῖς πτωχοῖς τῷ πνεύματι δεδωρῆσθαί φησιν ὁ λόγος ἐν τούτοις τῶν διὰ Χριστοῦ χαρισμάτων τὴν ἄφθονον χορηγίαν. Συντετριμμένους δέ φησι τὴν καρδίαν, τοὺς ἀσθενῆ καὶ εὐδιάθρυπτον ἔχοντας νοῦν, καὶ ταῖς τῶν παθῶν προσβολαῖς ἀντιφέρεσθαι μὴ δυναμένους, ὑπενηνεγμένους δὲ οὕτως αὐταῖς, ὡς αἰχμαλώτους εἶναι δοκεῖν. Τούτοις ἴασίν τε καὶ ἄφεσιν ἐπαγγέλλεται, τυφλοῖς δὲ οὖσιν αὐτοῖς δίδωσι καὶ ἀνάβλεψιν. Οἱ γὰρ τῇ κτίσει λατρεύοντες, καὶ τῷ ξύλῳ λέγοντες· «Πατήρ μου εἶ σὺ, καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με,» εἶτα τὸν φύσει, καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἐπεγνωκότες, πῶς οὐκ ἂν εἶεν τυφλοὶ, καὶ φωτὸς τοῦ θείου καὶ νοητοῦ γυμνὴν ἔχοντες τὴν καρδίαν; τούτοις ἐνίησιν ὁ Πατὴρ τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς. Κέκληνται γὰρ διὰ πίστεως, καὶ ἔγνωσαν αὐτὸν, μᾶλλον δὲ ἐγνώσθησαν ὑπ' αὐτοῦ, καὶ υἱοὶ νυκτὸς ὄντες, καὶ σκότους, φωτὸς γεγόνασι τέκνα· διηύγασε γὰρ αὐτοὺς ἡ ἡμέρα, καὶ ὁ τῆς δικαιοσύνης ἀνέσχεν Ἥλιος, καὶ λαμπρὸς ἀνέτειλεν Ἑωσφόρος. Λυπεῖ δὲ οὐδὲν καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐφαρμόσαι πάντα τὰ εἰρημένα. Καὶ γὰρ ἦσαν πτωχοὶ, καὶ συντετριμμένοι τὴν καρδίαν, καὶ οἷον αἰχμάλωτοι, καὶ ἐσκοτισμένοι. «Οὐ γὰρ ἦν ἐπὶ γῆς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἀλλὰ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν.» Ἀφῆκται δὲ ὁ Χριστὸς καὶ πρό γε τῶν ἄλλων εὐαγγελιζόμενος τοῖς ἐξ Ἰσραὴλ τῆς ἑαυτοῦ παρουσίας τὰ κατορθώματα. Καὶ πρός γε δὴ τούτοις, ἵνα καὶ ἐνιαυτὸν Κυρίου καλέσῃ δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως. Καὶ

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
