# Commentarius in Isaiam prophetam 70.1369

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.1369

μου ὡς λαμπὰς καυθήσεται. Δικαιοσύνη τε καὶ σωτήριον τοῖς ἐπὶ τῆς γῆς ὤφθη τε καὶ γέγονε Χριστὸς, δικαιοῖ γὰρ, καὶ σώζει, φῶς ὑπάρχων αὐτὸς τὸ ἀληθινὸν, καὶ οἷά τις ἐν σκότῳ λαμπάς. Ἔφη γοῦν αὐτὸς, ὅτι «Ὅταν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου.» Ἀχλύϊ μὲν γὰρ καὶ σκότῳ τὰ πάντα κατείληπτο, τὰς ἁπάντων καρδίας τοῦ διαβόλου καταμελαίνοντος, καὶ οὐδεὶς ἦν ὁ ποιῶν χρηστότητα, καὶ δικαιοσύνην εἰδὼς, ἤγουν τὴν ἀπάγουσαν [al. ἐπάγουσαν] ἐπὶ τὸ σώζεσθαι τρίβον. Ἀλλ' οὐδὲ ἦν ὁ φῶς ἔχων τὸ θεῖον εἰς νοῦν, καὶ τοῖς τῆς διανοίας ὄμμασι καταθρῆσαι δυνάμενος, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεὸς, καὶ τῶν ὅλων γενεσιουργὸς, καὶ Κύριος· ἐπεὶ δὲ ὡς φῶς ἀνέσχε, καὶ ὡς λαμπὰς ἀνέλαμψεν ὁ Σωτὴρ, κατεφωτίσθη λοιπὸν ἡ ὑπ' οὐρανὸν, καὶ τὴν τῆς δι' αὐτοῦ σωτηρίας τεθεάμεθα τρίβον. Εἶτα πρὸς τὴν Ἐκκλησίαν φησὶ τὴν ἀπό γε τῆς Ἰουδαίων ἀγέλης, καὶ ὡς οὔπω τῆς τῶν ἐθνῶν πληθύος σεσαγηνευμένης, ὅτι «Ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου.» Δικαιοσύνην δὲ πάλιν ἐν τούτοις, καὶ μέν τοι καὶ δόξαν, οὐδὲν ἕτερον εἶναί φησι πλὴν ὅτι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὴν παρ' αὐτοῦ πεπλουτήκαμεν δόξαν. Αὐτοῦ γὰρ γεγόναμεν, καὶ κλῆρος αὐτοῦ χρηματίζομεν. Τετάγμεθα δὲ καὶ ὑπὸ ζυγὰ καὶ σκῆπτρα, τὴν τοῦ καθ' ἡμῶν τυραννήσαντος πλεονεξίαν ἀπονιψάμενοι· ὅτι δὲ τῆς κατὰ νόμον λατρείας ἀποφοιτήσασα, καὶ οἷον μεταβαλοῦσα πρὸς καινότητα ζωῆς εὐαγγελικῆς, καὶ τὴν ἀρχαίαν κλῆσιν συναποβαλεῖ, μετονομασθήσεται δὲ λοιπὸν ὀνόματι καινῷ, κατὰ τὸ δοκοῦν τῷ ἐπὶ πάντας Θεῷ, διαδείκνυσι λέγων· «Καλέσει τὸ ὄνομά σου τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό·» κέκληται γὰρ οὐκέτι συναγωγὴ μᾶλλον, ἀλλ' Ἐκκλησία Θεοῦ ζῶντος, πόλις τε καὶ οἶκος αὐτοῦ. Διαμέμνηται γὰρ αὐτῆς καὶ ὁ θεσπέσιος Δαβὶδ, οὕτω λέγων· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.» Ἔσται δὲ ὅτι καὶ εὐπρεπὴς ἄγαν, καὶ ἀπαραβλήτῳ κάλλει κατεστεμμένη, διδάσκει λέγων· «Ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου.» Ἑκάστην γὰρ ἁγίαν ψυχὴν, καὶ συλλήβδην τὴν Ἐκκλησίαν, τουτέστι, τὰ τῶν ἁγίων συστήματα, στεφάνῳ παρεικαστέον ἐκ πολλῶν ἀνθέων συντεθειμένῳ, ἤγουν διαδήματι βασιλικῷ, λίθοις Ἰνδικοῖς ἐκλάμποντι, καὶ πολυειδῶς ἔχοντι τὸ διαπρεπές· πλεῖστα δὲ ὅσα καὶ τὰ τῶν ἁγίων ἀνδραγαθήματα, καὶ οὐχ εἷς μᾶλλον τῶν αὐχημάτων ὁ τρόπος, πολὺς δὲ καὶ διάφορος. Καὶ γοῦν ὁ θεσπέσιος Δαβὶδ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην πεποικιλμένην εἰσφέρει, τὸ δὲ «Ἐν χειρὶ Κυρίου,» φησὶ, τουτέστιν, ὑπὸ σκέπην τῆς χειρός μου σκεπάσω σε· καὶ αὐτὸς δέ που Χριστὸς περὶ τῶν ἰδίων θρεμμάτων, καὶ ἤτοι τῆς τῶν πιστευσάντων εἰς αὐτὸν ἀγέλης φησὶν, ὅτι «Οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατρός μου.» Καὶ οὐκέτι κληθήσῃ καταλελειμμένη, καὶ ἡ γῆ σου οὐ κληθήσεται ἔρημος· σοὶ γὰρ κληθήσεται θέλημα ἐμὸν, καὶ τῇ γῇ σου οἰκουμένη.

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
