# Commentarius in Isaiam prophetam 70.1441

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.1441

Τὰ παιδία αὐτῶν ἐπ' ὤμων ἀρθήσονται, καὶ ἐπὶ γόνατα παρακληθήσονται. Ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς. Καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε, καὶ ὄψεσθε, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ. Καὶ γνωσθήσεται ἡ γῆ Κυρίου τοῖς σεβομένοις αὐτόν. Ἀμφιλαφεστάτην ἡμῖν τὴν παράκλησιν ἐπαγγέλλεται, καὶ φειδοῦς ἁπάσης ἐπίδοσιν, ὥστε καὶ πόνου δίχα παντὸς κατορθοῦν δύνασθαι τὸ ἀρέσκον αὐτῷ. Οἱ γὰρ ἔτι νηπιάζοντες ἐν αὐτοῖς, φησὶ, καὶ τὰς φρένας οὔπω τετελειωμένοι, βρέφεσιν ἐν ἴσῳ μικροῖς ἐπ' ὤμων ἀρθήσονται, καὶ ἐπὶ γονάτων παρακληθήσονται· ἔθος γὰρ οὕτω μητράσιν ἐπιμελεῖσθαι νηπίων. Ὀλίγα τοίνυν, φησὶ, παραχωρήσω μητρὶ, παρακαλέσω δὲ οὕτω τοὺς ἀδρανῆ τέως ἔχοντας νοῦν, ὡς ἐλλεῖψαι μηδὲν τῶν τελούντων εἰς ἀνάπαυσιν αὐτοῖς· τιθηνούμενοι δὲ οὕτω, φησὶ, καὶ διὰ πάσης ἰόντες φειδοῦς καὶ ἀγάπης, ὄψεσθέ τε διὰ καιροῦ καὶ τὴν ἄνω πόλιν τὴν ἐπουράνιον Ἱερουσαλήμ· πλησθήσεσθε θυμηδίας, καὶ ὡς ἐν τάξει πόας ἀναθαλήσει τὰ πάντων ὑμῶν ὀστᾶ. Ἐγερθήσονται γὰρ οἱ νεκροὶ, καὶ ἀναστήσονται οἱ ἐν τοῖς μνημείοις, τὴν παρὰ Χριστοῦ πλουτήσαντες δρόσον, τουτέστι, τὸ πνεῦμα τὸ ζωοποιόν· οὕτω γάρ πού φησιν ὁ Ψάλλων πρὸς τὸν Θεὸν περὶ τῶν ἐν γῇ κειμένων· «Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Ὥσπερ οὖν τὰ ἐν ἀγροῖς ἀνθήσαντα μετὰ βραχὺ πίπτει, καὶ μαραίνεται ἐαρινοῦ γε μὴν ἐνστάντος καιροῦ, πάλιν ἀνίσχει· καὶ φαίνεται· οὕτω τὰ ἐν τῇ γῇ τῶν τεθνεώτων λείψανα, κατὰ τὸν τῆς παλιγγενεσίας καιρὸν ἀῤῥήτῳ δυνάμει Θεοῦ πάλιν ἀνατελοῦσιν. Ἐγερθήσονται γὰρ, ὡς ἔφην. «Τότε δὴ, τότε γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς σεβομένοις αὐτόν.» Χεῖρά γε μὴν ἐν τούτοις, ἢ τὴν δύναμιν αὐτοῦ φησιν, ἤγουν τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα. Δι' αὐτοῦ γὰρ πάλιν καὶ ἡ τῶν νεκρῶν ἀναβίωσις. Ἀποτέλεσμα γὰρ τῆς αὐτοῦ δυνάμεως εἴη ἂν, καὶ τὸ ἰσχύσαι παρενεγκεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτὲ, καὶ πεπονθότα τὴν φθορὰν, ἀνακαινίσαι πάλιν εἰς τὸ ἐν ἀρχαῖς. Καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν· Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, τοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν, καὶ ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου, οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέα ὑῶν καὶ τὰ βδελύγματα καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος. Κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι. Ἀποχρώντως παρακαλέσας τοὺς ἐν τῇ νέᾳ Σιὼν, τουτέστι, τῇ Ἐκκλησίᾳ, καὶ διαρκεστάτην αὐτοῖς ἐπαγγειλάμενος τὴν παράκλησιν, καὶ πνευματικῶν

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
