# Commentarius in Isaiam prophetam 70.169

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.169

λον καὶ ἀπορίας. Σκοτοῖ γὰρ τὸν νοῦν τὰ παγχάλεπα τῶν κακῶν. Ὀνίνησι τοιγαροῦν διὰ παντὸς ἡμᾶς ὁ τῶν ὅλων Θεός. Ποιεῖται γὰρ οὐ μάτην· τὰς τῶν ἐσομένων προαγορεύσεις· καὶ δίεισιν ἀκριβῶς τὰ μεγέθη τῶν κακῶν· ἵν' ἐπειδήπερ ἀνουθέτητοί τε πολλάκις ἐσμὲν, καὶ πεποιήμεθα παρ' οὐδὲν τὸν εἰς μετάγνωσιν καλοῦντα λόγον, κἂν γοῦν ὑποπτήξαντες τὸ ταῖς οὕτω δειναῖς ἐναλῶναι δίκαις, τὸν θεῖον ἐν ἑαυτοῖς εἰσδεξώμεθα φόβον, καὶ ἀποσπουδάσαντες τὰ πονηρὰ, μετακομίσωμεν τὴν καρδίαν εἴς γε τὸ χρῆναι λοιπὸν ἑλέσθαι τὸ ἀγαθόν. Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον Σαβαὼθ, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ. Ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ ταῖς μὲν δυσὶν, κατεκάλυπτον τὰ πρόσωπα, καὶ ταῖς δυσὶ κατεκάλυπτον τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέταντο. Καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Οὐ καθ' ἕνα τυχὸν, οὔτε μὴν ἀδιαστάτως οἱ μακάριοι προφῆται τὰς τῶν ὁράσεων ἀποκαλύψεις ἐδέχοντο παρὰ Θεοῦ. Ἀνὰ μέρος δὲ μᾶλλον, κατὰ τὸ Δεσπότῃ δοκοῦν. Καὶ ἐν χρόνοις καθ' οὓς ἤθελε τοῦτο δρᾷν ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, καὶ γινώσκων τὰ κεκρυμμένα. Καὶ γὰρ ἔστι μετὰ τοῦτο φῶς, καθὰ γέγραπται. Ὀζίου τοιγαροῦν τοῦ καὶ Ἀζαρίου περιόντος ἔτι, καὶ τοὺς τῆς βασιλείας τῆς ἐν τοῖς Ἱεροσολύμοις διέποντος θρόνους, τοὺς ἐπὶ τοῖς ἤδη φθάσασι πεποίηται λόγους ὁ μακάριος προφήτης Ἡσαΐας. Ἦν μὲν γὰρ Ὀζίας καὶ Ἀζαρίας τῶν ὅτι μάλιστα φιλοθεωτάτων, πεποιηκέναι γὰρ λέγεται τὸ εὐθὲς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Πλὴν οὐ μέχρι παντὸς διεσώσατο καλὴν καὶ ἀμώμητον τῆς εὐσεβείας τὴν δόξαν. Κατισχύσας γὰρ διὰ Θεοῦ τῶν ὁμόρων ἐθνῶν, πλεῖστά τε ὅσα καὶ ἀξιοθαύμαστα κατ' αὐτῶν ἐργασάμενος, τοῖς τῆς εὐπραγίας μεμέθυσται τρόποις· καὶ κατώλισθεν εἰς ὑπεροψίαν. Ἀφίκετο γὰρ εἰς τοῦτο γνώμης, ὥστε καὶ λειτουργίαν ἁρπάσαι τὴν ἱερὰν, καὶ αὐτόκλητος ἐλθεῖν ἐπὶ τὸ δεῖν ἱερᾶσθαι τῷ Θεῷ. Εἰσελθὼν γὰρ εἰς τὸν θεῖον ναὸν, οὐ διὰ τῆς τῶν Λευϊτῶν μεσιτείας, ἤγουν ἱερέων, προσκομίζειν ἤθελε τὰς θυσίας τῷ Θεῷ. Ἀλλ' ἐπ' αὐτὸ τὸ θεῖον ἀναπηδήσας θυσιαστήριον, θυμᾷν ἐζήτει παρὰ τὸ εἰωθὸς καὶ τὸν νόμον. Καὶ ἠλέγχετο μὲν παρὰ τῆς ἱερατευούσης φυλῆς ὡς ἀνόσια δρῶν, καὶ παραλύειν ἐπιχειρῶν τὸν νόμον. Ἐπειδὴ δὲ τοῖς τῆς βασιλείας αὐχήμασιν ἐντρυφῶν προσνενέμηκεν ἑαυτῷ καὶ τὸ ἱερᾶσθαι πρέπειν· καὶ παρ' οὐδὲν ποιούμενος τὰς τῶν ἱερέων συμβουλὰς, ἠλέγχετο παραχρῆμα παρὰ Θεοῦ. Λελέπρωται γὰρ, αὐτοῖς μετώποις ἐπηνθηκότος τοῦ πάθους. Οἶμαι δὲ δεῖν πρὸς ἀκριβῆ τῶν εἰρημένων εἴδησιν καὶ αὐτὰ τὰ θεῖα παραθέσθαι λόγια, τὰ ἐπ' αὐτῷ γεγραμμένα. Ἔχει δὲ οὕτως· «Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἰεροβοὰμ βασιλεῖ Ἰσραὴλ, ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμασίου βασιλέως Ἰούδα. Ἓξ

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
