# Commentarius in Isaiam prophetam 70.185

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.185

πίστιν, πεποίηνται τὴν καλὴν ὁμολογίαν, ἥψατο δὲ καὶ αὐτῶν ὁ ἄνθραξ, τότε καὶ κέκληνται πρὸς ἀποστολὴν, καὶ ἠκολούθουν ἀμελλητὶ, καίτοι λέγοντος τοῦ πανσόφου Μωσέως· «Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς·» Ἱερεμίου δὲ πάλιν· «Ὁ ὢν, Δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι ἐγὼ νεώτερός εἰμι.» Θερμότεροι δὴ οὖν πρὸς ἀποστολὴν καὶ διακονίαν τῶν ἀρχαιοτέρων ἁγίων οἱ ἐν Χριστῷ. Καὶ σαφὴς ἂν γένοιτο τοῦ πράγματος τύπος ὁ μακάριος προφήτης Ἡσαΐας, μετὰ τὴν τοῦ ἄνθρακος ἐπαφὴν ἀνακεκραγώς τε καὶ λέγων τό· «Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με.» Καὶ εἶπεν· Πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Πώρωσιν μὲν ἀπὸ μέρους γεγενῆσθαι τῷ Ἰσραὴλ, ὁ θεσπέσιος γράφει Παῦλος· διερμηνεύων δὲ ὥσπερ τίνα τρόπον αὐτοῖς τὴν πώρωσιν συνέβη παθεῖν. «Ἄχρι γὰρ σήμερον, φησὶν, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.» Καὶ γὰρ ἦν ἀκόλουθον τοῖς εἰς τοῦτο λοιπὸν ἀγριότητος τρόπων ὠλισθηκόσιν, ὡς πολὺ νοσεῖν τὸ ἐξήνιον, καὶ μήτε τοῖς Μωσέως γράμμασιν εἴκειν ἐθέλοντες, μήτε μὴν τοῖς ἁγίοις προφήταις· προσθείην δ' ἂν ὅτι μηδὲ αὐτῷ τῷ Χριστῷ, τῷ τῆς νοητῆς ἀχλύος καταλαμβάνεσθαι σκότῳ, καὶ ὀλίγα διενεγκεῖν τῶν ἀναισθήτων λίθων. Ταύτην οὖν ἄρα ποιεῖται τὴν προαγόρευσιν ὁ τῶν ὅλων Θεὸς, καὶ τῷ προφήτῃ παρεγγυᾷ προκαταμηνύειν αὐτοῖς· ὅτι «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ, μὴ ἴδητε.» Γεγόνασι γὰρ αὐτήκοοι τῆς τοῦ Σωτῆρος φωνῆς· ἐδίδαξεν ἐν συναγωγαῖς, προσπεφώνηκεν ἐν τοῖς Ἱεροσολύμοις πλειστάκις, ἀλλ' ἦσαν ἐν ἴσῳ τοῖς μηδ' ὅλως ἀκηκοόσιν. Γεγόνασι θεωροὶ τῶν παραδόξως τετελεσμένων. Τεθέανται γὰρ λεπροὺς τοῦ πάθους ἀπηλλαγμένους, ἀναπηδῶντας χωλοὺς, τυφλοὺς ἀναβλέποντας, νεκροὺς ἐκ μνημάτων ἀνισταμένους· ἀλλ' ὠφέληνται μὲν κατ' οὐδένα τρόπον, ὥσπερ δὲ καὶ αὐτῶν ὀμμάτων ἐστερημένοι, διετέλουν οἱ δείλαιοι. Ταύτῃ τοι καὶ ὀνειδίζονται διὰ τῆς τῶν ἁγίων φωνῆς, ὡς γεγονότες ἀεὶ σκληροτράχηλοι, καὶ ἀπειθεῖς τῇ καρδίᾳ, καὶ ἀπεκτονότες ἁγίους. Δεδόσθαι γε μὴν τὴν πώρωσιν αὐτοῖς φησιν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ συνῶσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσηται αὐτούς. Καὶ τοῦτο ἦν ἄρα καὶ μάλα σαφῶς, ὅπερ ἔφη Χριστὸς ἀπειθεῖν ᾑρημένοις· «Μὴ γογγύζετε μετ' ἀλλήλων· οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατήρ μου ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Καὶ πάλιν· «Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς, ἔρχεται πρός με.» Οὐκοῦν οὐ κέκληνται πρὸς ἐπίγνωσιν τοῦ Υἱοῦ, δι' ἀποκαλύψεως τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτι μηδὲ ἦσαν ἄξιοι τῆς δι' αὐτοῦ σωτηρίας καὶ ζωῆς. Εἰ δὲ δή τις βού-

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
