# Commentarius in Isaiam prophetam 70.200.1

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.200.1

ασσών. Ἀποθανόντος δὲ καὶ τοῦ Φακεὲ, ἐν τῇ Σαμαρείᾳ, ὃς ἦν τοῦ Ῥομελίου, διαδέχεται τὴν βασιλείαν Ὡσηὲ υἱὸς Ἠλᾶ, πονηρὸς ἀνὴρ, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις ἐγκείμενος. Οὗ διέποντος τὴν βασιλείαν ἀνέβη Σαλμανασὰρ ὁ Ἀσσύριος κατὰ πάσης τῆς Σαμαρείας, καὶ παραχρῆμα μὲν εἷλεν τὸν Ὠσηὲ, καὶ ἐν οἰκέτου τάξει πεποίηται· καταδῃώσας δὲ τὴν χώραν ἅπασαν, καὶ τῶν υἱῶν Ἰσραὴλ ἀποφήνας ἐρήμην, καθίστησιν ἀντ' αὐτῶν τῶν ἰδίων τινὰς ἐνοίκους, ἤτοι τῶν ὑπὸ χεῖρα, τόν τε Ἐκχουθὰ καὶ τὸν Σαπφαρουΐαν· ἔθνη δὲ οἶμαι ταυτὶ Περσικά. Γέγραπται γὰρ οὕτως ἐν βίβλοις Βασιλειῶν. Ταύτης ἡμῖν ἱστορίας τὴν ἀφήγησιν ὁ προφήτης, λέγων· «Τάδε λέγει Κύριος· Οὐ μὴ ἐμμείνῃ ἡ βουλὴ αὕτη, οὐδὲ ἔσται, ἀλλ' ἡ κεφαλὴ Ἐφραῒμ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥαασσίμ· ἀλλ' ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραῒμ ἀπὸ λαοῦ.» Καὶ ἀσαφὴς μὲν ἡ τῶν λέξεων συνθήκη· προσβαλεῖν δὲ χρὴ τοιῶσδε· Ἡ κεφαλὴ, φησὶν, Ἀρὰμ, τοῦτ' ἔστι τῆς Συρίας, Δαμασκὸς καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥαασσὶμ, τοῦτ' ἔστιν ὁ Ῥαασσών· κεφαλὴ γὰρ τῆς τε χώρας καὶ τῆς πόλεως ὁ βασιλεύων αὐτῶν. Καὶ ἡ βασιλεία δὲ Ἐφραῒμ ἐκλείψει ἀπὸ λαοῦ· ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφραΐμ, τοῦτ' ἔστι, τοῦ Ἰσραήλ· ἐκλείψει καὶ ἡ κεφαλὴ Ἀρὰμ, τοῦτ' ἔστιν ἡ Δαμασκὸς, καὶ ἡ κεφαλὴ Δαμασκοῦ, τοῦτ' ἔστιν ὁ Ῥαασσών. Εἷλεν γὰρ, ὡς ἔφην, ὁ μὲν Θεγλαφαλλασὰρ τήν τε Δαμασκὸν καὶ τὸν Ῥαασσὼν, ὁ δὲ Σαλμανασὰρ τὸν Ὠσηὲ βασιλέα Ἐφραῒμ, ἤτοι τοῦ Ἰσραὴλ, καὶ τὴν Σομόρων, ἤτοι Σαμαρείαν, ἀπὸ κοινοῦ τρέχοντος τὸ ἐκλείψει· καὶ ἡ κεφαλὴ δὲ Ἐφραῒμ Σομόρων ἐκλείψει πάλιν. Κεφαλὴν δὲ Ἐφραῒμ τὰ Σόμορα καλεῖ, τοῦτ' ἔστι τὴν Σαμαρείαν· μητρόπολις γὰρ Σαμαρείας Σόμορα. Ἐφραῒμ δὲ ὅταν λέγει, τὸν Ἰσραὴλ δηλοῖ· καὶ ἡ κεφαλὴ Σομόρων υἱὸς τοῦ Ῥομελίου, τοῦτ' ἔστιν ὁ Φακεέ· τρέχει δὲ πάλιν τὸ ἐκλείψει κατὰ πάντων. Προσεπάγει δὲ τούτοις· «Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε.» Ἔχει δὲ καὶ σφόδρα τὸ εἰκὸς ὁ λόγος. Τοῖς γὰρ ταῖς ἀπιστίαις περιυβρίζουσι τὸν τοῦ Θεοῦ λόγον, οὐδ' ἂν ἐγγένοιτο σύνεσις ἡ παρὰ αὐτοῦ. Δεῖ τοιγαροῦν ἀμελλητὶ δέχεσθαι τὰ παρὰ Θεοῦ, καὶ οἷς ἃν ὑπισχνεῖται καὶ λαλεῖ συννεύειν ἑτοίμως. Ἔσται γὰρ ἐν ἡμῖν οὕτως ἡ σύνεσις ἀγαθὴ, καὶ περιαστράψει τὸν νοῦν τῆς παρ' αὐτοῦ σοφίας ὁ φωτισμός. Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω, οὐδ' οὐ μὴ πειράσω Κύριον. Τοὺς τῆς βασιλείας διέποντα θάκους ἐν τοῖς Ἱεροσολύμοις τὸν Ἄχαζ, καὶ πολὺ λίαν ἀπονενευκότα πρὸς τὸ ἐξήνιον, καὶ εἰς τὸ προσκεῖσθαι φιλεῖν ταῖς τῶν δαιμονίων ψευδολατρείαις, διὰ παντὸς πειρᾶται τρόπου μετακομίζειν ἐπὶ τὸ ἄμεινον, καὶ εἴς γε τὸ δεῖν τῶν τῆς ἀληθείας ἐφικέσθαι δογμάτων, καὶ ὀρθὰ φρονεῖν ἑλέσθαι περὶ Θεοῦ. Οὐκοῦν ἐπειδήπερ τοῖς τῶν εἰδώλων θεραπευταῖς περὶ πολλοῦ ἐτέθειτο, καὶ ἦν ἐν σπουδῇ τὸ χρῆναι περιεργάζεσθαι τὰς τῶν πραγμάτων ἐκβάσεις, καὶ χρησμοὺς αἰτεῖν ἐξ ἱερῶν,

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
