# Commentarius in Isaiam prophetam 70.236

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.236

τοῖς πατέρες καὶ υἱοὶ ἅμα. Γείτων καὶ πλησίον αὐτοῦ ἀπολοῦνται· καίτοι τῶν ἐν Χριστῷ κεκλημένων εἰς ἁγιασμὸν οὐχ ὧδε ἐχόντων. Ἰσχὺς γὰρ αὐτῶν καὶ ὕμνησις ὁ Κύριος, κατὰ τὸ γεγραμμένον. Καὶ πιστώσεται λέγων ὁ θεσπέσιος Παῦλος· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ἁλώσονται τοίνυν οἱ ἀπιστοῦντες, φησὶν, ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες. Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν ἄνωθεν ἐπικουρίαν τὴν ὑπάρξασαν ἀεὶ τοῖς ἐξ Ἰσραὴλ, ἀνάλωτοί τινες ἦσαν, καὶ δυσκαταμάχητοι τοῖς ἐχθροῖς, ὁρατοῖς τε καὶ ἀοράτοις. Ἔφη γάρ που Θεὸς περὶ τῆς Ἱερουσαλήμ· «Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς.» Ἐπειδὴ δὲ προσκεκρούκασιν ἐμπαροινοῦντες Χριστῷ, πάσης ἀσφαλείας ἔρημοι, νοητῆς τε καὶ αἰσθητῆς διατελοῦσιν ἐν κόσμῳ. Μεταπεφοίτηκε γὰρ εἰς ἑτέρους, τοῦτ' ἔστι, τοὺς ἐξ ἐθνῶν ἡ τοῦ σώζοντος χάρις. «Ἔσονται δὲ τότε, φησὶν, φανεροὶ, οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν.» Καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; Οἱ ἐν Χριστῷ δηλονότι δεδικαιωμένοι τε καὶ ἡγιασμένοι διὰ τοῦ Πνεύματος· οἷς ἂν ἁρμόσειεν εἰπεῖν· «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Εἰκὼν μὲν γὰρ καὶ ὁμοίωσις καὶ οἱονεὶ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. Φῶς δὲ τὸ ἐξ αὐτοῦ πεμπόμενον εἰς ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον, δι' οὗ κατεσφραγίσμεθα πρὸς εἰκόνα τὴν πρώτην ἀναμορφούμενοι δι' ἁγιασμοῦ. Πεποιήμεθα γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ κτίσαντος Θεοῦ. Ἔσονται τοίνυν φανεροὶ, φησὶ, τοῦτ' ἔστιν, ἐπίσημοι καὶ Θεῷ γνωριμώτατοι, καὶ διαπρεπεῖς ἐν κόσμῳ· οἱ τῷ ἁγίῳ κατασφραγιζόμενοι Πνεύματι, τοῦ μὴ μαθεῖν τὸν νόμον. Ἆρ' οὖν ἀφεξόμεθα τῶν νομικῶν ἀναγνωσμάτων; Καίτοι πῶς οὐκ ἀμαθὲς τὸ ὧδε νοεῖν, Χριστοῦ λέγοντος ἐναργῶς· «Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.» Οὐκοῦν οὐ παραιτούμεθα μὲν τὸ εἰδέναι τὸν νόμον· τό γε μὴν οὕτως εἰδέναι, φευκτὸν, ὥστε καὶ ζῇν ἑλέσθαι νομικῶς, ἤγουν Ἰουδαϊκῶς. Οὐ γάρ τοι βοῦς ἱερεύσομεν, οὔτε μὴν ταῖς δι' αἱμάτων θυσίαις τιμήσομεν τὸν τῶν ὅλων Θεόν. Πνευματικὴν δὲ μᾶλλον προσκομιοῦμεν αὐτῷ λατρείαν εἰς ὀσμὴν εὐωδίας. Ὡς γάρ φησιν ὁ Σωτήρ· «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Ὅτι δὲ τοῖς τῷ ἁγίῳ Πνεύματι κατεσφραγισμένοις εἰς καινότητα ζωῆς, ζημία πολλὴ τὸ θέλειν ἔτι πολιτεύεσθαί τε καὶ ζῇν Ἰουδαϊκῶς, ἤτοι κατὰ τὴν τοῦ νόμου σκιὰν, πιστώσεται λέγων ὁ μακάριος Παῦλος τοῖς μετὰ τὴν πίστιν ἀνόπιν ὥσπερ ἰοῦσιν, εἰς λατρείαν τὴν ἐν σκιαῖς· «Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε.» Καὶ πάλιν· «Λέγω δὲ ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ἀπηλλοτριώθητε; ἀπὸ Χριστοῦ, οἵ τινες ἐν νόμῳ βιοῦτε, τῆς χάριτος ἐξεπέσατε. Ἡμεῖς γὰρ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.» Καὶ ἐρεῖ· Μενῶ τὸν Θεὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ.

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
