# Commentarius in Isaiam prophetam 70.237

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.237

Ὅτι πολὺ πρόσεστι τοῖς ἐν Χριστῷ τὸ εὐήνιον, καὶ διὰ τούτων ἡμᾶς ὁ προφήτης πειρᾶται πληροφορεῖν. Προσεπεφώνει μὲν γὰρ αὐτοῖς ὁ τῶν ὅλων Θεὸς περὶ τοῦ Ἐμμανουήλ· Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος. Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα. Οἱ δὲ καὶ λίαν ἀσμένως τὸν τῆς εἰς τοῦτο μυσταγωγίας προσηκάμενοι λόγον, μελλησμοῦ δίχα παντὸς ὑπισχνοῦνταί τε τὸ εὐπειθὲς, καὶ πᾶσαν ἐπ' αὐτῷ θέμενοι τὴν ἐλπίδα φασί· «Μενῶ τὸν Θεὸν, τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ.» Καὶ τί τὸ μενῶ σημαίνειεν ἄν; Ἢ ἐκεῖνό που πάντως, ὃ καὶ ὁ θεσπέσιος ἔφη Δαβίδ· «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Ὑπομένει δὲ τὸν Κύριον, ὁ τὰ αὐτῷ δοκοῦντα φρονεῖν ᾑρημένος, καὶ τοῖς αὐτοῦ νεύμασι κατακολουθῶν, ἥδιστά τε λίαν τοὺς ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας ὑπομένων ἀγῶνας. Πρὸς γάρ τοι τοῦτο αὐτοὺς διὰ τῆς τοῦ ψάλλοντος φωνῆς παροτρύνει τὸ Πνεῦμα λέγον· «Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.» «Ὑπομενῶ τοίνυν, φησὶ, τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ» Ἄθρει δὴ οὖν ἄθρει πρὸς ταῖς εὐπειθείαις πόσον ἔχουσι τὸ νουνεχές. Ἐξ ὧν γὰρ ἕτεροι προσκεκρούκασι, καὶ δὴ καὶ πεπόνθασι τοῦ θείου προσώπου τὴν ἀποστροφὴν, διὰ τούτων αὐτῶν ἀσφαλεστέρας ἐργάζονται τὰς ἑαυτῶν καρδίας, πρὸς τὴν εἰς τὰ ἀμείνω ῥοπήν. Δεδίασι γὰρ τῶν θείων ὀμμάτων τὴν ἀποστροφήν. Ἀπροσωπόληπτος γὰρ ὁ κριτὴς, καὶ οὐκ ἂν ἐνδοιάσειέ τις ὅτι πάντη τε καὶ πάντως τοῖς ἑκάστου τρόποις πρεπόντως τε καὶ εἰκότως ἢ χαριεῖται τὸν ἔπαινον, ἤγουν ἐποίσει τὴν δίκην. Καὶ τοὺς μὲν ταῖς ἀπειθείαις ἐξυβρικότας, ἔξω τε προσώπου ποιήσεται, καὶ ἡγήσεται στυγητούς. Τούς γε μὴν τῇ πίστει τετιμηκότας, ἡγήσεται μὲν ὡς ἀγαπητοὺς τηροῦντας τὴν πίστιν, ἀποστραφήσεται δὲ μεθέντας τὸ γνήσιον, καὶ ἐν ἴσῳ ἡγήσεται τοῖς μηδ' ὅλως πεπιστευκόσιν, ἢ τάχα που καὶ ἐν χείροσι. Γέγραπται γὰρ περί τινων· «Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς.» Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεὸς, καὶ ἔσται εἰς σημεῖα, καὶ εἰς τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν ὄρει Σιών. Τὴν καλὴν ὁμολογίαν εὖ μάλα διῃρηκότων (ἔφασαν γάρ· «Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ») παραχρῆμα τὸ αὐτοῦ πρόσωπον εἰσφέρει τοῦ Ἐμμανουὴλ, τοῖς ἐπ' αὐτῷ τὴν ἐλπίδα θεμένοις χαριζομένου τὴν οἰκειότητα, δῆλον δὲ ὅτι τὴν διὰ τοῦ Πνεύματος. Ἐνῆκε γὰρ ἡμῖν ὁ Υἱὸς τὸ ἴδιον Πνεῦμα, καὶ οἰκεῖοι γεγόναμεν αὐτοῦ· καὶ ἐν αὐτῷ κράζομεν, Ἄββα ὁ Πατήρ· ὀνομάζει τοίνυν ἡμᾶς παιδία τοῦ Πατρὸς, ὡς τὴν διὰ Πνεύματος ἔχοντας ἀναγέννησιν, ἵνα καὶ ἀδελφοὶ χρηματίσωμεν τοῦ κατὰ φύσιν ἀληθῶς

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
