# Commentarius in Isaiam prophetam 70.252.1

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.252.1

ὑποκείμενοι. Μέμνηται δὲ πάλιν ἱστορίας κειμένης ἐν τῇ βίβλῳ τῶν Κριτῶν. Ἕστι δὲ αὕτη. Καταλελοιπότες γὰρ τὸν τῶν ὅλων Θεὸν οἱ ἐξ Ἰσραὴλ ἐν ταῖς τῶν Κριτῶν ἡμέραις, ἐτράποντο πρὸς ἀνοσιότητα τρόπων, καὶ λελυπηκότες οὐ μετρίως τὸν ἐπαμύνοντα Θεὸν, εἰδώλοις προσκείμενοι, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν προσάγοντες λατρείας. Ταύτῃ τοι δέδονται τοῖς Μαδιηναίοις· οἳ πᾶσαν αὐτῶν κατεληΐζοντο γῆν, πόλεις τε καὶ κώμας διαρπάζοντες, καὶ τὰ ἐν ἀγροῖς. Καὶ τοσοῦτον ἐνεποιήσαντο τοῖς ἀθλίοις τὸ δεῖμα, ὥστε καὶ πέτρας αὐτοὺς ἑλέσθαι κατοικεῖν, καὶ τὰ δύσβατα τῶν ὀρῶν, καὶ τὰς τῶν σπηλαίων περιεργάζεσθαι καταδύσεις, ἀγρίῳ τε καὶ μακρῷ καταθλίβεσθαι λιμῷ. Κεκμηκότας δὲ οὐ μετρίως ἠλέει Θεὸς, εἶτα σέσωκεν αὐτοὺς διὰ χειρὸς Γεδεὼν, ὃς νενίκηκε τοὺς Μαδιηναίους, ἠλευθέρου τε τὸν Ἰσραὴλ τῆς ἐπηρτημένης αὐτοῖς ἀνάγκης καὶ ῥάβδου. Οὕτω τοίνυν διεσκέδασεν ὁ Κύριος τὴν τῶν ἀπαιτούντων ῥάβδον, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδίαμ. Ὡς γὰρ ἐῤῥύσατο τότε τοὺς ταῖς ἀφορήτοις πλεονεξίαις ἐνησχημένους, τὸ πλεονεκτοῦν ἐξελάσας ἔθνος, οὕτω σέσωκε τοὺς ἐξ ἐθνῶν, τὴν τῶν ἀπαιτούντων ἐλάσας ῥάβδον. Ἀπαιτοῦντας δέ φησιν, αὐτόν τε τὸν Σατανᾶν, καὶ τὰ δαιμόνια, οἷς ὁ σκοπὸς καὶ ἡ πᾶσα σπουδὴ, τὸ ἀπαιτεῖν ἀνθρώπους καθάπερ τινὰ δασμὸν, ἢ τέλος τὰς συνήθεις ἁμαρτίας. Ζητοῦσι γὰρ πάντως, ἀπὸ μὲν τοῦ πορνεύειν εἰωθότος τὴν πορνείαν, ἀπὸ δὲ τοῦ κλέπτειν τὴν κλεψίαν, ἤγουν τὸ λωποδυτεῖν ἁπλῶς, καὶ ἐφ' ἑκάστου τῶν ἐν πάθεσιν ὄντων, τὰ αὐτῷ συνήθη καὶ φίλα. Ὅθεν οἶμαι τὸ Γράμμα τὸ ἱερὸν μακαρίζει τινὰς, ὡς μὴ ἀκούσαντας τὴν τοῦ φορολόγου φωνήν. Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετ' ἀλλαγῆς ἀποτίσουσιν· καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι. Ὅτι παιδίον ἐγεννήθη ἡμῖν υἱὸς, καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος. Ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῶν. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔσται ὅριον· ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι αὐτῆς, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, ἀπὸ τοῦ νῦν, καὶ εἰς τὸν αἰῶνα χρόνον· ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα. Κέκληται μὲν εἰς ἐπίγνωσιν τοῦ Ἐμμανουὴλ διὰ τῶν ἁγίων ἀποστόλων τὸ κατάλειμμα τοῦ Ἰσραήλ· κέκληνται δὲ καὶ τὰ ἔθνη. Καὶ γοῦν ἔφασκεν· Χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ· εἶτα τούτοις ἐπήγαγεν, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα, τὸ διὰ Χριστοῦ δηλονότι καταφωτίζοντος νοητῶς, οὐχ ἓν ἔθνος ἔτι τὸ ἐξ Ἰσραὴλ, σύμπασαν δὲ μᾶλλον τὴν ὑπ' οὐρανόν. Ὅτι ἔμελλον οἱ πεφωτισμένοι τῆς τοῦ διαβόλου σκαιότητος ἀποδύσασθαι τὸν ζυγὸν, διαφυγεῖν τε τὴν ῥάβδον, πεπληροφόρηκε προτιθείς· Διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν. Ἀλλ' ὁρῶμεν ὅτι τοῖς μὲν τῇ κτίσει λελατρευκόσι καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν προσκεκυνηκόσιν, ὁ τῆς διαβολικῆς σκαιότητος ἐπέῤῥιπτο ζυγός· τοῖς γε μὴν ἐξ Ἰσραὴλ τὸ τοῦ νόμου δυσδιακόμιστον

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
