# Commentarius in Isaiam prophetam 70.29

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.29

σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γομόῤῥα ἂν ὡμοιώθημεν. Καταπρησθείσης τῆς χώρας διάτοι τὴν εἰς Χριστὸν ἀσέβειαν, σέσωσται καὶ οὕτω τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, Θεοῦ κατοικτείροντος, καὶ ταῖς τῶν πατέρων μνήμαις δῶρον καθάπερ τι καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐξαίρετον ἀπονέμοντος. Οὐ γὰρ ἀπόλωλεν ὁλοτρόπως, οὔτε μὴν ἐξ αὐτῶν κατεσείσθη βάθρων, ἀλλὰ μεμένηκεν ἐν λειψάνοις. Ἦσαν γὰρ ἐξ αὐτῶν καὶ οἱ θεσπέσιοι μαθηταὶ, καὶ μὴν καὶ ὅσοι πεπιστεύκασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Κληθήσονται δὲ καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ οἱ μήπω πιστεύσαντες. Καὶ πρός γε τοῦτο ἡμᾶς πιστώσεται λόγος προφητικός. Λέγει δὲ οὕτως· «Ἔτι πολλὰς ἡμέρας καθήσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας οὔτε δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν. Καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτου τῶν ἡμερῶν.» Καὶ μὴν καὶ ἑτέρωθι ὁ τῶν ὅλων Θεός· «Τί σε διαθῶ Ἐφραΐμ; Ὑπερασπιῶ σου, Ἰσραήλ; Τί σε διαθῶ; Ὡσεὶ Ἀδάμα θήσομαί σε, καὶ ὡς Σεβωείμ· μετεστράφη ἡ καρδία μου, ἐν τῷ αὐτῷ. Συνεταράχθη ἡ μεταμέλειά μου· οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου. Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραΐμ, διότι ἐγὼ Θεός εἰμι, καὶ οὐκ ἄνθρωπος ἔν σοι ἅγιος.» Ἀκούεις ὅπως οὐ κατὰ τὸ μέγεθος τῆς ὀργῆς ποιήσειν κατ' αὐτῶν ἐπηγγείλατο, προὐπισχνεῖτο δὲ μᾶλλον πλημμε............ ......... ἠπείθησαν μὲν γὰρ καὶ κατὰ τὴν ἔρημον οἱ ἐξ Ἰσραὴλ πρὸς αὐτοῖς γεγονότες τοῖς τοῦ Ἰορδάνου νάμασι, καὶ κληρονομεῖν μέλλοντες τῆς ἐπαγγελίας τὴν γῆν. Ὅθεν ἔφη Θεός· «Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.» Πέπτωκε γὰρ τὰ κῶλα αὐτῶν ἐν τῇ ἐρήμῳ, καὶ ἅπαντες δεδαπάνηνται, πλὴν Χαλὲβ υἱὸς Ἰεφονῆ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ. Συνεισέβησαν τῷ νέῳ λαῷ, καὶ διῆλθον τὸν Ἰορδάνην, καὶ κλῆρον ἐσχήκασι τὸν παρὰ Θεοῦ. Τύπος δ' ἂν εἶεν οὗτοι τοῦ καταλείμματος τοῦ Ἰσραὴλ, σεσωσμένου μὲν δι' ὑπακοῆς πίστεως τῆς εἰς Χριστὸν, διαβιβασθέντος δὲ μεθ' ἡμῶν τὸν ἅγιον Ἰορδάνην, καὶ κληρονομήσειν μέλλοντος τὴν τῶν οὐρανῶν βασιλείαν. Εὐχαριστεῖ τοιγαροῦν ὁ προφήτης, λέγων· «Εἰ μὴ Κύριος Σαβαώθε ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γομόῤῥα ἂν ὡμοιώθημεν. Λελατρευκότος γὰρ εἰδώλοις τοῦ Ἰσραὴλ, ἀνελόντος δὲ καὶ προφήτας, ἀρνησαμένου τε Χριστὸν, μᾶλλον δὲ καὶ ἀπεκτονότος τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν εἰσάπαν ὄλεθρον καταψηφίσασθαι παντὸς γένους ἐχρῆν τὸν τῶν ὅλων Θεόν. Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς ὑπὲρ λόγον, τετήρηκε τὸ κατάλειμμα, καὶ οὐ γεγόνασιν ἐν ἴσῳ τοῖς Σοδόμοις, οἱ παγγενεί τε καὶ πανοικεὶ καὶ αὐταῖς ............

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
