# Commentarius in Isaiam prophetam 70.313

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.313

νοητὴν εὐοσμίαν. «Ἐγὼ γὰρ,» φησὶν, «ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων.» Γέγονε δὲ καὶ ἡμῖν ὀσμή τις ὥσπερ τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρός. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει, καί φησι· «Τῷ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ, ὅτι Χριστοῦ εὐωδία ἐσμὲν, τῷ Θεῷ ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν.» Ταύτῃ τῇ ῥάβδῳ φησὶν, ἤτοι τῷ ἄνθει τῷ ἐκ τῆς ῥίζης Ἰεσσαὶ τεχθησομένῳ, κατὰ καιροὺς ἐπαναπαύσεσθαι Πνεῦμα Θεοῦ πολλὰς ἔχον τὰς ἐνεργείας. Πνεῦμα γὰρ αὐτὸ βουλῆς καὶ συνέσεως ὀνομάζει, γνώσεώς τε καὶ σοφίας, εὐσεβείας καὶ φόβου Θεοῦ. Φαμὲν δὲ, ὅτι τῆς προφητικῆς εὐτεχνίας τὸ κήρυγμα οὐκ ἄνθρωπον ἡμῖν ψιλὸν εἰσκομίζει τὸν Ἰησοῦν, εἶτα γεγονότα πνευματοφόρον, καὶ ὡς ἐν τάξει τῇ καθ' ἡμᾶς χαρισμάτων τῶν παρὰ Θεοῦ γεγονότα μέτοχον, ἐνανθρωπήσαντα δὲ μᾶλλον τὸν τοῦ Θεοῦ Λόγον καταδηλοῖ, πλήρη μὲν ὄντα παντὸς ἀγαθοῦ, τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν, οἰκειουμένου δὲ μετὰ τῆς ἀνθρωπότητος καὶ τὰ αὐτῆς. Ἴδιον γὰρ ἀνθρωπότητος, τὸ οἴκοθεν μὲν ἔχειν, καὶ ὡς ἐξ ἰδίας φύσεως τῶν ἄνωθεν χαρισμάτων οὐδέν· «Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες;» εἴρηται πρὸς αὐτὴν, καταπλουτεῖν δὲ μᾶλλον ἔξωθέν τε καὶ ἐπακτῶς, παρὰ Θεοῦ δηλονότι, τὰ ὑπὲρ φύσιν ἰδίαν. Ἔδει τοίνυν καθέντα πρὸς κένωσιν ἑαυτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸ ἐκ τῆς κενώσεως μὴ παραιτεῖσθαι σμικροπρεπὲς, καὶ πλήρη κατὰ φύσιν ὄντα δέχεσθαι διὰ τὸ ἀνθρώπινον, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν τοῖς ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ. Ὥστε κἂν εἰ λέγοιτό ποτε τὸ Πνεῦμα λαβεῖν, καίτοι χορηγὸς ὢν αὐτὸς τοῦ ἁγίου Πνεύματος, καὶ οὐκ ἐκ μέτρου διδοὺς, ἀλλ' ὡς ἐξ ἰδίου πληρώματος διανέμων αὐτὸ τοῖς ἀξίοις, τῶν τῆς κενώσεως μέτρων νοείσθω τὸ λαβεῖν, κατευθὺ γὰρ οὕτω τῆς ἀληθείας ἥξομεν. Πλὴν ἐκεῖνο ἄθρει· «Ἀναπαύσεται γὰρ ἐπ' αὐτὸν, φησὶ, Πνεῦμα τοῦ Θεοῦ.» Δέδοται γὰρ ἐν ἀρχαῖς τῇ τοῦ γένους ἡμῶν ἀπαρχῇ, τουτέστι, τῷ Ἀδὰμ, ἀλλὰ γέγονε ῥᾴθυμος περὶ τὴν τήρησιν τῆς δοθείσης αὐτῷ ἐντολῆς, κατημέλησε τῶν προστεταγμένων, κατεβιβάσθη πρὸς ἁμαρτίαν, οὐχ εὗρεν ἀνάπαυσιν ἐν ἀνθρώποις τὸ πνεῦμα. «Πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός.» Εἶτα γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καίτοι τὸ εἶναι Θεὸς οὐ μεθείς. Ἐπειδὴ δὲ καίτοι γεγονὼς καθ' ἡμᾶς, ἀνάλωτος ἦν ἁμαρτίαις, ἐπανεπαύσατο τῇ ἀνθρώπου φύσει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐν αὐτῷ καὶ πρώτῳ, καὶ ὡς ἐν ἀπαρχῇ τοῦ γένους δευτέρᾳ, ἵνα καὶ ἡμῖν ἐπαναπαύηται, καὶ μένῃ λοιπὸν ταῖς τῶν πιστευόντων διανοίαις ἐμφιλοχωροῦν. Οὕτω γάρ που καὶ ὁ θεσπέσιος Ἰωάννης τεθεᾶσθαί φησιν ἐξ οὐρανοῦ καταφοιτῆσαν τὸ Πνεῦμα ἐπὶ Χριστόν. Ὥσπερ συγκληρονόμοι γεγόναμεν τῶν συμβεβηκότων τῷ πρωτοπλάστῳ κακῶν, οὕτως ἐσόμεθα μέτοχοι τῶν ὑπαρχθέντων οἰκονομικῶς τῇ

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
