# Commentarius in Isaiam prophetam 70.341

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.341

τῆς διανοίας ὄμμασιν ἀναβλέψῃς πρὸς τὸ φῶς· ὅταν ἴδῃς τοῦ κεκληκότος τὴν δόξαν, καὶ εἰς αἴσθησιν ἐνεχθῇς, ἐξ οἵων εἰς οἷα μετακεχώρηκας πράγματα· καὶ ὅτι πικρῷ τυράννῳ κατεζευγμένος, ἔξω μὲν τῆς ἐκείνου γέγονας πλεονεξίας, ὑπέδραμες δὲ τὴν ἐπικουρίαν τοῦ πάντα ἰσχύοντος Θεοῦ καὶ διασώζοντος τοὺς ἀπολωλότας· τότε δὴ, τότε σεαυτῷ δὴ λίαν καὶ μάλα εἰκότως ἐπιγαννύμενος ἀναφωνήσεις λέγων· Εὐλογήσω σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ' ἐμοῦ, καὶ ἠλέησάς με. Ἀνακομίζουσι δὲ τὰ χαριστήρια, καὶ ἀνάπτουσι τὰς δοξολογίας, οὐχ ὅτι γεγόνασιν ὑπὸ θείαν ὀργὴν, ἀλλ' ὅτι γεγονότες ἠλέηνται. Ὠργίσθαι δέ φαμεν τοῖς τὰ τοιάδε λέγουσι τὸν τῶν ὅλων Θεὸν, δῆλον ὅτι τοῖς εἰδωλολάτραις. Διὰ ποίαν αἰτίαν; Παῦλος ἡμῖν ὁ θεσπέσιος σαφηνιεῖ γεγραφώς· «Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν. Καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ ἑρπετῶν, καὶ τετραπόδων. Ταύτῃ τοι,» φησὶ, «παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, καὶ εἰς πάθη ἀτιμίας ποιεῖν τὰ μὴ καθήκοντα.» Οἱ γὰρ δὴ τὴν θείαν παρασημάναντες δόξαν, καὶ τῆς ἀνωτάτω φύσεως τὸ ἐξαίρετον κάλλος τοῖς οὕτως οἰκτροῖς ἀναθέντες κτίσμασι, πῶς οὐ σφόδρα εἰκότως τοῖς ἐκ θείας ὀργῆς κινήμασιν ὑπενεχθεῖεν ἄν; Ἐπειδὴ δὲ, φησὶν, ἀπέστρεψας τὸν θυμόν σου, ἠλέησάς με (κέκλημαι γὰρ εἰς ἐπίγνωσιν διὰ πίστεως, οὐ κατὰ τὰ ἔργα ἃ ἐποιήσαμεν ἡμεῖς, καθὰ γέγραπται, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος)· ταύτῃ τοι, φησὶν, εἰς αἴσθησιν τῆς μεγαλοδωρίας ἐνηνεγμένος, ἀκατάληκτον προσοίσω σοι τὴν δοξολογίαν, καὶ δὴ καὶ ἐρῶ· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ. Πάλαι μὲν γὰρ ξύλοις τε καὶ λίθοις προσπίπτοντες, καὶ τοῖς ἀναισθήτοις ἀγάλμασι προσκομίζοντες θυσίας, σώζεσθαι δι' αὐτῶν παρεκάλουν. Ἐπειδὴ δὲ Θεὸν ἐγνώκασιν τὸν ἀληθινὸν, τοὺς ψευδωνύμους παρωσάμενοι, αὐτόν τε καὶ μόνον καταδεικνύουσι λέγοντες· Ἰδοὺ ὁ Θεός μου Σωτήρ μου Κύριος. Οὐκ ἐπὶ ξύλοις ἔτι καὶ λίθοις ἔσομαι πεποιθὼς, φησὶν, ἀλλ' ἐπ' αὐτῷ καὶ μόνῳ, καὶ δι' αὐτοῦ σωθήσομαι. Κἂν ὁ πάλαι πλεονεκτήσας καὶ συναρπάσας εἰς πλάνην, προσέρχεται πάλιν πειράζων καὶ μαχόμενος, Νικήσω, φησὶν, ὅτι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος. Ὁρᾷς ὅπως ἐγνώκασιν ὅτι σωτήριον χρῆμα τὸ δοξολογεῖν; «Θῦσον» γὰρ, φησὶ, «τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου.» Καὶ, «Ἐπικαλέσεις με ἐν ἡμέρᾳ θλίψεώ σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Καὶ ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου. Φιλότιμος ὁ κεκληκὼς, ἕτοιμος εἰς ἀντίδοσιν ὁ διασώσας Θεὸς, εὐεργετεῖ τοὺς ἐπεγνωκότας, θείοις τε καὶ πνευματικοῖς κατευφραίνει πλουσίως τοὺς δοξολογοῦντας αὐτόν. Ἄθρει γὰρ ὅπως οἱ μὲν ὡμολόγουν λέγοντες· Ἰδοὺ ὁ Θεός μου, Σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ· ὁ δὲ παραχρῆμα, καὶ πηγὰς αὐτοῖς καὶ ὕδωρ ἐπαγγέλλεται σωτήριον. Ἔδει

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
