# Commentarius in Isaiam prophetam 70.364

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.364

νηκότες, ἀμείνους δὲ μᾶλλον ὡς ἐν καιρῷ γεγονότες, καὶ τῶν ὅτι μάλιστα διὰ σπουδῆς αὐτοῖς τεθειμένων, ἵνα τοξεύματα νεανίσκων συντρίψουσιν. Εἰ μὲν γάρ τις λογίσαιτο τὰς τῶν Βαρβάρων ἐφόδους, αἵπερ ἂν γένοιντο κατὰ χωρῶν ἢ πόλεων, οὐχ ἑτέρου τινὸς ἕνεκα δρωμένας εὑρήσει, πλὴν ὅτι μόνου τοῦ διαρπάσαι χάριν, ἄθροισιν δὲ χρημάτων ποιεῖσθαι τὴν παρεμπίπτουσαν. Ἀλλ' ἔσονται, φησὶ, καὶ λημμάτων ἀμείνους οἱ Μῆδοι, καὶ κερδῶν ἀφειδήσουσιν, ἵνα τὴν τῶν Βαβυλωνίων ὀφρὺν κατασπάσωσι. Μέγα μὲν γὰρ ἀεί πως αὐτοῖς ἐπὶ ταῖς τοξείαις φύσημα, καὶ τὸ εὐτυχὲς ἐν τούτοις ποιοῦνται περὶ πολλοῦ. Ἀλλ' ἥττους ἔσονται τῶν ἐχθρῶν. Σκληροὶ δὲ οὕτω καὶ ἀφιλοικτείρμονες οἱ νενικηκότες, ὡς μηδὲ τῆς ἐλεεινῆς ἡλικίας φειδῶ ποιεῖσθαί τινα, μήτε μὴν οἰκτρῶς ἀπολλυμένων νηπίων, τὸ ἐξ ἡμερότητος ἐπιστάξαι δάκρυον. Βαβυλὼν δὲ, ἣ καλεῖται Ἔνδοξος ὑπὸ βασιλέως Χαλδαίων, πρὸς τοῦτο, φησὶν, ἐρημίας κατοιχήσεται, ὡς κατ' οὐδένα τρόπον διενεγκεῖν τῶν ἐμπεπρησμένων Σοδόμων τε καὶ Γομόῤῥας· ἔσται δὲ καὶ ἀοίκητος· φευκτὴ δὲ οὕτως καὶ τοῖς ὁμόροις, ὡς ἔθνους μακροῦ περινοστοῦσιν αὐτὴν, ὡς μηδὲ ποιμένας τοὺς ἐξ Ἀράβων κατανεμῆσαί τι τῶν ἰδίων θρεμμάτων ἐν αὐτῇ· διάτοι τὸ ἠρημῶσθαι παντελῶς. Ἰστέον δὲ ὅτι τὰ Σαρακηνῶν ἔθνη, καὶ μέχρις αὐτῆς διήκοντα τῶν Ἀσσυρίων, καὶ τὴν ἐσωτάτω νεμομένους ἔρημον, Ἄραβας ὀνομάζει. Γείτονα γὰρ ἔχουσι τὴν Ἀράβων. Εἰκὸς δὲ δὴ καὶ αὐτοὺς τοὺς ἐξ Ἀραβίας Σαρακηνοὺς ἀναμὶξ τὰς Ἀσσυρίων ἐρήμους περιφοιτᾷν. Καὶ ἀναπαύσονται ἐκεῖ θηρία, καὶ ἐμπλησθήσονται αἱ οἰκίαι ἤχου. Καὶ ἀναπαύσονται ἐκεῖ σειρῆνες, καὶ δαιμόνια ἐκεῖ ὀρχήσονται. Καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν, καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν. Ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ. Φίλον πως ἀεὶ τοῖς ἀνημέροις τῶν ζώων ἐνδιαίτημα ποιεῖσθαι τὰ τῶν χωρίων ἠρημωμένα, καὶ πόλις ἐρειπομένη πλείστας τε ὅσας αὐτοῖς, καὶ μὴν καὶ εὐρεῖς τὰς καταδύσεις ἀποτελεῖ αὐτορόφους τε καὶ ἐσχεδιασμένας, καὶ ὡς ἀπό γε τοῦ συμβεβηκότος αὐτομάτως ἐξηυρημένας· ἐν ἐρήμοις τε καὶ τοῖς σιωπῶσι τῶν τόπων, ἠχώ τις ἰσχνὴ, καὶ οἷον ἀπὸ σιγῆς τῆς ἄγαν, οὐκ οἶδ' ὅπως, ἀνίσχει τε καὶ ταῖς τῶν ἠρεμούντων ἀκοαῖς εἰσκρίνεται. Οὐκοῦν θηρία μὲν ἀναπαύσεται, φησὶν, ἤχου δὲ αἱ οἰκίαι πλησθήσονται· τοῦτ' ἔστιν, οὐδένα παντελῶς τὸν οἰκοῦντα ἔχουσαι, τὴν ταῖς ἐρημίαις πρέπουσαν ἠχῶ κατακτήσονται. Ὀρχήσονται δὲ, φησὶν, ἐκεῖ καὶ δαιμόνια. Φασὶ γάρ πως καὶ αὐτὰ τοῖς ἠρεμοῦσι τῶν τόπων ἴδιον ἐμφιλοχωρεῖν, καὶ οἷον ἐναύλισμα ποιεῖσθαι σχολαῖον. Σειρῆνας δὲ, οἶμαι, φησὶ τὰ εὐστομεῖν εἰδότα πτηνὰ, ἢ, κατά γε τὴν Ἑβραίων ἔκδοσιν, τὴν γλαῦκα. Τοὺς δέ γε τῶν ὄνων ἀγρίους ὀνοκενταύρους ὠνόμασεν· καὶ μὴν καὶ ἐχίνους τοὺς ἀκάνθαις ὀξείαις οἱονεὶ φρίττοντας τῶν μυῶν. Ταυτὶ δὲ σύμπαντα πρέποι ἂν εἰκότως ταῖς εἰσάπαν ἠρημωμέναις ἢ πόλεσιν ἢ οἰκίαις. Ἐπιλέγει δὲ τούτοις, ὅτι ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ. Ἢ τοῖς Ἀσσυρίοις πικροτέραν ἐνιεὶς

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
