# Commentarius in Isaiam prophetam 70.365

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.365

τὴν φροντίδα, ἤγουν τοῖς ἐξ αἵματος Ἰσραὴλ παράκλησιν οὐ μικρὰν τὸ χρῆμα ποιούμενος. Ἐπειδὴ γὰρ ἦσαν ἐν αἰχμαλωσίᾳ, ἀνεθήσεσθαί γε μὴν προσεδόκων καταστρατεύσαντος τῆς Βαβυλωνίων ὁμοῦ Πέρσαις τε καὶ Μήδοις τοῦ Κύρου, ταχεῖαν αὐτοῖς ὑπισχνεῖται τῶν ἀνιαρῶν τὴν λύσιν, καὶ ὅτι τὰ ἐν εὐχαῖς οὐκ εἰς ἀνάβλησιν ἔσται μακρὰν, ἀλλ' οἷον δραμεῖται κατὰ πόδα τοῦ λόγου. Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραὴλ, καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γηώρας προστεθήσεται ἐπ' αὐτούς. Καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακώβ· καὶ λήψονται αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν. Καὶ κατακληρονομήσουσι, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ, εἰς δούλους καὶ εἰς δούλας· καὶ ἔσονται αἰχμάλωτοι, οἱ αἰχμαλωτεύσαντες αὐτοὺς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀναπαύσει σε ὁ Θεὸς ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου, καὶ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἐδούλευσας αὐτοῖς. Εἰς ἐλπίδα χρηστὴν ἀνακομίζει πεπονηκότας τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ ὑποσχέσεσιν ἀγαθαῖς ἀναῤῥώννυσιν εἰς εὐθυμίαν, κατηχθισμένους οὐ φορητῶς ταῖς τῶν ἑλόντων πλεονεξίαις. Ὅτι γὰρ ἀνελεύσονται μὲν τῆς αἰχμαλωσίας, ἀποστήσονται δὲ τῆς ἀσυνήθους δουλείας τὸν ζυγὸν, πεπορθημένης τῆς Βαβυλῶνος, καὶ ἁπάσης δὲ τῆς Ἀσσυρίων χώρας, προηγόρευσε σαφῶς. Οὐ γὰρ ἀπόβλητος ἔσται, φησὶν, εἰσάπαν ὁ Ἰσραήλ· οὐδὲ τῶν πλημμελημάτων ἀτελευτήτους ὑφέξει δίκας· ἐλεηθήσεται δὲ καὶ ἀναπνεύσει κατὰ καιροὺς ὁ ἐξειλεγμένος· καὶ ἐπεί τοι τέθειται πρωτότοκος ἐν τέκνοις, ἐπισκοπῆς τε καὶ εὐμενείας τῆς παρὰ Θεοῦ τεύξεται. Ὑπονοστήσειν δὲ αὐτοὺς εἰς τὴν ἐνεγκοῦσαν, φησὶ, συναναβήσεσθαι δὲ καὶ τὸν γηώραν. Γηώραν δέ φησιν τὸν αὐθιγενῆ καὶ αὐτόχθονα, τοῦτ' ἔστι, Βαβυλώνιον· πλεῖστοι γὰρ ὅσοι τῶν Βαβυλωνίων εἵποντό τε τοῖς ἐξ Ἰσραὴλ, τοῦτο μὲν τὴν πρὸς αὐτοὺς συγγένειαν ἐσχηκότες, τοῦτο δὲ τῇ κατὰ νόμον λατρείᾳ προσνενευκότες. Ἐπειδὴ γὰρ μακροὺς διατετελέκασιν ἐν τῇ αἰχμαλωσίᾳ χρόνους, εἰκὸς δή που τῶν αὐθιγενῶν οὐ μετρίαν αὐτοῖς προσνενεμῆσθαι πληθύν. Προστεθήσεται τοίνυν ὁ γηώρας, φησὶν, αὐτοῖς, τοῦτ' ἔστιν, ἕψεται καὶ ἀκολουθήσει καὶ ὁ αὐτόχθων αὐτοῖς. Λήψονται δὲ αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν. Ὅτε γὰρ Κύρος ἀνῆκε τὸν Ἰσραὴλ, τοῖς τῶν χωρῶν ἄρχουσι παραπέμπειν ἐκέλευσεν ἄπληγά τε καὶ ἀνεπιβούλευτον. Πέπραχε δὲ τοῦτο καὶ ὁ μετ' αὐτὸν τὰ τῶν Ἀσσυρίων σκῆπτρα διαδεξάμενος· Ξέρξης οὗτος ἦν. Ἔξεστι δὲ τοῖς ἐθέλουσιν ἐξακριβοῦν τὰ τοιάδε περιτυχεῖν τοῖς Ἔσδρα βιβλίοις, καὶ ἀπλανεστάτην ἐφ' ἅπασι τοῖς εἰρημένοις τὴν γνῶσιν ἑλεῖν. Ἀνέβαινον γὰρ ἐκ τῆς Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν, διέποντος μὲν τὴν βασιλείαν Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, ἡγουμένου δὲ τοῦ ἱεροῦ τάγματος Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου. Ἔθνη δὴ οὖν παραπέμψουσιν αὐτοὺς, φησὶ, καὶ εἰσάξουσιν εἰς τὴν γῆν αὐτῶν, καὶ τὸν ἄνωθεν αὐτοῖς ἐκνεμηθέντα καθέξουσι κλῆρον. Καὶ τὸ ἔτι παραδοξότερον, οἵ ποτε τῶν εἰδώλων θερα-

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
