# Commentarius in Isaiam prophetam 70.373

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.373

πρὸς μέ· Ποῦ Κύριος ὁ Θεός σου; Οἱ ὀφθαλμοί μου ἐπόψονται αὐτήν· νῦν ἔσται εἰς καταπάτημα ὡς πηλὸς ἐν ταῖς ὁδοῖς ἡμέρας ἀλοιφῆς πλίνθου· ἐξάλειψίς σου ἡ ἡμέρα ἐκείνη.» Καθ' ἢν δηλονότι ὁ Κύρος τε καὶ Μῆδοι Πέρσαις ἀναμὶξ ᾑρήκασι τὴν Βαβυλωνίων. Προσωποποιεῖ τοιγαροῦν καὶ νῦν οὐδὲν ἧττον ὁ μακάριος προφήτης· παρωξύνθαι τε φησιν, ἤγουν πεπικράνθαι τὸν ᾅδην καταβαίνοντι συναντήσαντα. Καί μοι τοῦ λόγου περιάθρει τὴν οἰκονομίαν. Καταδείκνυσι γὰρ διὰ τούτου μιαιφόνον ὄντα καὶ αἱμάτων πλήρη, ὥστε καὶ ἔργον τῆς ἐνούσης ὠμότητος αὐτῷ πάντα σχεδὸν γενέσθαι τὸν ᾅδην, ἤτοι τοὺς ὄντας ἐν ᾅδου. Οὐ γὰρ διαλέλοιπεν ὁ ἀλαζὼν ἔθνη τε καὶ βασιλεῖς ἄρδην ἀποκείρων, καὶ ψυχῶν ἀθλίων τὸν ᾅδην ἀναπιμπλάς. Πάντες οὖν οἱ γίγαντες, φησὶ, τοῦτ' ἔστιν, οἱ κατ' ἰσχὺν ἐπίσημοι γεγονότες, καὶ πολλῶν ἄρξαντες ἐθνῶν, ἀνῃρημένοι δὲ διὰ σοῦ, ἀποκριθήσονται, καὶ ἐροῦσι, Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς. Ἦσθα μὲν γὰρ ἄνθρωπος, φασὶν, ἀλλ' οὐκ ἠξίους τοῦτο εἰδέναι καὶ φρονεῖν· ἀλλ' οὐδ' ἂν ᾠήθης, ὅτι καὶ κρείσσων ἔσται τις τῆς σῆς. ὀφρύος, καὶ τῆς δυσαντήτου χειρὸς, εἰσὶ δὲ ὅτι καὶ θανάτου κρείττων, οὐκ ἔξω που τάχα τέθεικας τῆς ἐλπίδος, μόλις δὲ καὶ οὐχ ἑκόντα σε μάχαιρα πέπεικε Μηδικὴ διὰ πείρας αὐτῆς ἐκμαθεῖν, ὅτι καθ' ἡμᾶς ἦσθα καὶ αὐτός. Καὶ γοῦν ἑάλως, ὥσπερ καὶ ἡμεῖς. Κατέβη δὲ εἰς ᾅδου ἡ δόξα σου, ἀντὶ τοῦ, ἐσβέσθη θανάτῳ· καὶ τὸ ἀμειδὲς τῆς φθορᾶς ἐπενήνεκται κράτος. Τὴν σὴν εὐφροσύνην ὄψεται καὶ μόλις τεθεικὸς ἐκ μέσου. Στρωθήσεται δὲ σῆψις μὲν ὑποκάτω σου, γενήσεται δέ σοι καὶ ἄμφιον ὡς σκώληξ. Καὶ κοινὸν μὲν τοῦτο. Πεπονθόσι γὰρ ἅπαξ τοῖς ἀνθρωπίνοις σώμασι τὸ ἀποθανεῖν, συμβήσεται πάντως σῆψις καὶ σκώληξ. Πλὴν ἐπ' ἐκείνου λέγεται καλῶς, ὡς ἐν τάξει πικρῶν ὀνειδισμῶν. Οἱ γὰρ εἰς λήθην πεσόντες τῆς ἑαυτῶν ἀσθενείας, καὶ ἐκ πολλῆς ἄγαν ὑπεροψίας, οὐδὲ ὅτι πείσονται τὰ ἀνθρώπινα προσδοκήσαντες, κατονειδίζοιντο ἂν εἰκότως· ὡς ἔν γε τῷ παθεῖν αὐτὰ μαθόντες μόλις, ἃ χρῆν εἰδότας ἑλέσθαι φρονεῖν μετριώτερα. Ὁ τοίνυν, φησὶν, ἐξιτήλοις καὶ βασιλικαῖς ἐνσπαταλήσας τρυφαῖς, ὁμοῦ τοῖς ἄλλοις κείσεται περιστολῆς δίχα, καὶ ἠξιωμένος οὐδενὸς τῶν τοῖς τεθνεῶσι νενομισμένων. Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη; Ἀστὴρ τῶν ὅτι μάλιστα περιφανεστάτων ὁ Ἑωσφόρος ἐστίν· ἀνίσχει δὲ βραχὺ πρὸ αὐγῆς, καὶ οἱονεί τις προάγγελος τῆς ἡλίου μαρμαρυγῆς. Ὅτι δὲ πλουσίῳ φωτὶ καταλάμπεται, διαδείξειεν ἂν αὐτὸ τουτὶ τὸ βραχὺ φαίνεσθαι πρὸ αὐγῆς. Ἕως μὲν γὰρ ἔτι τὸ αἰθέριον καταμελαίνεται σῶμα, μονονουχὶ φριγώσης νυκτὸς, καὶ ἐν ἀκμαῖς ὄντος τοῦ σκότους, ἐκφανεστέραν ἔχουσι τὴν ἔκλαμψιν οἱ κατ' οὐρανὸν ὄντες ἀστέρες· ἡμέρας δὲ οὔσης ἐγγὺς, καὶ οἷον ἐν πρώταις ἐσχατιαῖς τοῦ ἡλιακοῦ γεγονότος κύκλου, συστέλλεταί πως τὸ ἑκάστου φῶς παραχωροῦν τῷ προὔχοντι, καὶ ἡττώμενον τῷ μείζονι σέλᾳ. Ἀμφιλαφὲς δὲ οὕτως

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
