# Commentarius in Isaiam prophetam 70.396

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.396

ἐστιν ἡ τῶν Ἰουδαίων χώρα, βορειωτέρα δέ πως ἡ τῶν Ἀσσυρίων. Καπνῷ γε μὴν τὴν φιλοπόλεμον παρεικάζει στρατιὰν, ὡς δακρύων τοῖς ἁλοῦσιν ἐμποιητικήν. Ἐξέλκει γὰρ ἀεί πως τῶν ὀμμάτων τὸ δάκρυον ὁ καπνός. Οὐκ ἀπίθανον δὲ καὶ ἑτέρως καπνῷ παρεικάζεσθαι τοὺς πολέμους. Ὥσπερ γὰρ ὁ καπνὸς τοῖς τοῦ σώματος ἐμπίπτων ὀφθαλμοῖς παραιρεῖται πάντως αὐτοὺς τὸ τῆς ὄψεως ἀκριβὲς, οὕτω καὶ θανάτου φόβος μονονουχὶ καταμεθύσκει τὸν νοῦν, καὶ καταθολοῖ τὴν καρδίαν, δεινοῖς τε καὶ ἀφορήτοις δείμασιν μονονουχὶ καταμελαίνων αὐτήν. Ἥξει τοίνυν καπνὸς ἀπὸ βοῤῥᾶ. Εἶτα ποῖόν ἐστι τῆς ἐφόδου τὸ τέλος; οὐκέτι τοῦ εἶναί φησι, τοῦτ' ἔστι, πανωλεθρεία καταφθερεῖ πόλεις τε καὶ οἴκους, καὶ τοὺς ἐν αὐταῖς. Καὶ τί ἀποκριθήσονται βασιλεῖς ἐθνῶν; Ὅτι Κύριος ἐθεμελίωσε Σιὼν, καὶ δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ. Τῆς ἐφόδου τῶν Ἀσσυρίων γεγενημένης ἥλωσαν μὲν αἱ τῶν ἀλλοφύλων πόλεις. Ἐκπεπόρθηνται δὲ οὐδὲν ἧττον καὶ αἱ τῶν Σαμαρειτῶν· σέσωσται δὲ Ἱερουσαλὴμ παραδόξως μόνη παρὰ πάσας, ταῖς τῶν Ἀσσυρίων στρατιαῖς ἐνενεγκόντος τὴν χεῖρα τοῦ πάντα εὐκόλως κατορθοῦν ἰσχύοντος. Ἀπέθανον γὰρ ἐν νυκτὶ μιᾷ τῶν ἀλλοφύλων ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδες. Ὅταν τοίνυν καταπρήσωσι μὲν τὰς τῶν ἀλλοφύλων πόλεις οἱ ἀπὸ βοῤῥᾶ, καταδῃώσωσι καὶ τὴν τῆς Ἰουδαίας γείτονα τὴν Σαμαρειτῶν, εἶτα περισχόντες κύκλῳ καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ, οὐδενὸς ἀντεξάγοντος ἐν μιᾷ πέσωσι νυκτί· τότε δὴ, τότε καὶ οὐχ ἑκόντες, φησὶν, ὁμολογήσωσιν οἱ τῶν ἐθνῶν βασιλεῖς, ὅτι Κύριος ἐθεμελίωσε Σιών· καὶ ὅτι δι' αὐτοῦ σωθήσονται οἱ ταπεινοὶ τοῦ λαοῦ. Ταπεινοὺς δέ φησι τοῦ λαοῦ, τοὺς ἐπ' αὐτῷ δὴ καὶ μόνῳ τὴν τῶν σώζεσθαι θεμένους ἐλπίδα, ὁποῖός τέ τις ἦν αὐτὸς ὁ βασιλεύων Ἐζεχίας, καὶ οἱ ἀμφ' αὐτὸν Θεῷ προσπίπτοντες, καὶ λέγοντες· «Εἰσάκουσον, Κύριε, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους τοῦ Ῥαψάκου, οὓς ἐξαπέστειλεν ὁ βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα.» Ἀλλὰ καὶ αὐτὸς ἀντήκουεν Θεοῦ λέγοντος ἐναργῶς· «Τάδε λέγει Κύριος· Ὑπερασπιῷ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμὲ, καὶ διὰ Δαβὶδ τὸν παῖδά μου.» «Ἀγαθὸν οὖν ἄρα τὸ ἐπὶ Θεῷ πεποιθέναι.» Καὶ τοῦτο εἰδότες οἱ μακάριοι προφῆταί φασιν, Ἱερεμίας μὲν, ὅτι, «Μακάριος ἄνθρωπος ὁ πεποιθὼς ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.» Ὁ δὲ σοφώτατος Δαβίδ· «Κύριε ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.» Ἀπολέσει γὰρ οὐδεὶς τὸν τοῖς θείοις αὐτοῦ νεύμασιν ἐπικουρούμενον, καὶ ταῖς ἄνωθεν εὐμενείαις εὖ μάλα τετειχισμένον. Ἀξιοῖ γὰρ φροντίδος τοὺς ἀγαπῶντας αὐτὸν, καὶ τοῖς τὰ αὐτῷ δοκοῦντα φρονεῖν τε καὶ δρᾷν ὅτι μάλιστα διεσπουδακόσι, τὸ ἐν βεβαίῳ κεῖσθαι τῶν ἀγαθῶν κατανεύει προχείρως. ΤΟΜΟΣ Γʹ. ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙΔΟΣ. Διαπεράνας εὖ μάλα τὸν ἐπί γε τοῖς Βαβυλωνίοις καὶ τοῖς ἀλλοφύλοις λόγον, μεθίστησι πάλιν τὴν προαγόρευσιν ἐπὶ τῇ Μωαβίτιδι· τοῦτ' ἔστι κατὰ

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
