# Commentarius in Isaiam prophetam 70.404

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.404

τος αὐτῆς ἐκλείψει· χόρτος γὰρ χλωρὸς οὐκ ἔσται, μὴ καὶ οὕτως μέλλει σωθῆναι; Πόλιν εἶναί φασι τὴν Νεβρεὶμ κειμένην μὲν ἐν ἐσχατιαῖς τῆς χώρας, γειτνιῶσαν θαλάσσῃ τῇ Ἐρυθρᾷ εὔυδρον δὲ οὕτως καὶ εὔβοτον, ὡς καὶ ἵππον δύνασθαι κεκτῆσθαι πολλὴν τοὺς ἐν αὐτῇ· ταύτῃ τοι καὶ εἶναι μαχιμωτάτους, ἔχειν τε τὴν ἵππον ἐμπειροπόλεμον. Ἐκ θείας τοίνυν, φησὶν, ὀργῆς, ἐκ τῆς τῶν πολεμίων ἐφόδου, ἔρημος ἔσται καὶ ὑδάτων καὶ χόρτου χλωροῦ. Οὗ δὴ γεγονότος, ἀτονήσει πάντως ἡ τῶν τακτικῶν ἐμπειρία προανῃρημένων τῶν ἵππων, καὶ διολωλότων ὑπὸ λιμοῦ. Ἀλλ' εἰ τοῦτο γένοιτο, φησὶ, μὴ ἄρα φρονήσει μέγα καὶ οὕτως ἐφ' ἑαυτῆς; μὴ τούτου συμβεβηκότος μέλλει σωθῆναι, καὶ τὰς τῶν πολεμίων διαδράναι χεῖρας; προανῃρημένης γὰρ αὐτῶν τῆς ἰσχύος, ποία τις ἔσται λοιπὸν ἡ τῆς σωτηρίας ἐλπίς; Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ λήψονται αὐτήν. Συνῆψε ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος τῆς Ἀγαλλεὶμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλείμ. Τὸ δὲ ὕδωρ τὸ Ῥεμμὼρ πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Ῥεμμὼρ Ἄραβας. Καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ, καὶ Ἀριὴλ, καὶ τὸ κατάλοιπον Ἄδαμα ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τῆς γῆς. Τὰ νοτιώτατα μέρη τῶν Δαμασκηνῶν κατανέμεσθαί φασι τὰ τῶν καλουμένων Σαρακηνῶν ἀναρίθμητα γένη, καὶ μέχρι αὐτῆς παρατείνοντα τῆς Περσῶν. Αὐτοὶ συνωπλίζοντο τοῖς Βαβυλωνίοις, καὶ κατεδῄουν τὴν Μωαβιτῶν· εἵποντο γὰρ καὶ αὐτοὶ καίτοι τάχα που καὶ γένος ὄντες, καὶ γείτονες τῇ Μωαβιτῶν. Κέκληντο γὰρ καὶ Ἄραβες καὶ αὐτοί. Ληφθήσεσθαι τοίνυν φησὶ τὴν Νεβρείμ· Ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα. Ἄραβας, καὶ λήψονται αὐτήν. Φάραγγα, δὲ κατὰ τὸ εἰκὸς, ὀνομάζει τὴν Νεβρεὶμ, διὰ τὸ ἐν κοίλῳ κεῖσθαι τόπῳ. Καίτοι τῶν ἑτέρων πόλεων ᾐρμένων ὑψοῦ, καὶ ἐν ὄρεσιν οὐσῶν. Ἐπειδὴ δὲ οὐ μέρος ἦν τῆς Μωαβιτῶν τὸ τῷ πολέμῳ συντετριμμένον, ἀλλ' ὅλη δι' ὅλου κατεδονήθη τε καὶ σεσάλευται μεθύοντος δίκην· ταύτῃ τοι φησὶν ἐκ περάτων εἰς πέρατα συναφθήσεσθαι τὴν βοὴν, τῶν ὀλολυζόντων δηλονότι, καὶ τὸν τοῖς ἀπολεῖσθαι μέλλουσι θρῆνον ἐκμελετᾷν εἰωθότων. Συνῆψε γὰρ ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος, φησὶ, τῆς Ἀγαλλεὶμ, καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ Ἐλείμ. Τὰς δὲ ἔξω πόλεις, καὶ ἐπ' αὐτοῖς τοῖς τέρμασι κειμένας ὀνομάζει, τήν τε Ἀγαλλείμ φημι, καὶ τὸ φρέαρ τοῦ Ἐλείμ. Τεθεῖσθαι δὲ τὸν θρῆνον εἰς πᾶσαν αὐτῶν τὴν χώραν διαβεβαιούμενος, ὡς ἔφην, εἶτά φησιν, ὅτι Τὸ ὕδωρ τὸ Ῥεμμὼν πλησθήσεται αἵματος. Ἐνυδροτάτην δὲ εἶναι λόγος τὴν Ῥεμμών. Ἀλλὰ πλησθήσεται, φησὶν, αἵματος, ἐκεῖνό που λέγων, ὅτι ταῖς τῶν ὑδάτων δαψιλείαις φιλονεικήσει κατὰ τὸν τοῦ πολέμου καιρὸν τῶν πιπτόντων τὸ αἷμα· καὶ πεφοινιγμένοι μὲν ὀφθήσονται ποταμοὶ, κατασκεδασθήσεται δὲ τῆς γῆς τὸ ὕδωρ, οὐκέτι καθαρὸν, οὔτε μὴν ὕδατος ὄψιν ἔχον, ἀλλ' ἑτερόχρουν καὶ αἱματοειδές. Ληφθήσεσθαι δὲ καὶ αὐτὴν ἐξ Ἀράβων φησὶν, ὥστε ἅπαν μὲν σπέρμα Μωὰβ, καὶ Ἀριὴλ ἐξαρθῆναι,

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
