# Commentarius in Isaiam prophetam 70.461

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.461

καθηγεῖσθαι λαχὼν, συνεκόμισε μὲν τοὺς ἐπίκλην σοφοὺς, τοῦτ' ἔστι, τοὺς μάγους· ἤρετο δὲ καὶ λίαν ἐσπουδασμένως, ὅποι ποτὲ ἄρα τὸ τῶν πραγμάτων αὐτοῖς βαδιεῖται τέλος, καὶ τίνα τρόπον διακρούσαιντο τοῦ πολέμου τὴν ἔφοδον. Οἱ δὲ τοσοῦτον ἀφεστήκασι, φησὶ, τοῦ δύνασθαί τι τῶν ἀναγκαίων, ἤγουν ἀληθῶν, εἰπεῖν, ὡς καὶ ἐπ' ἀκράτῳ μωρίᾳ καταγινώσκεσθαι. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, ἀπρακτήσειεν ἂν ἡ παντὸς ἀνθρώπου βουλή τε καὶ δύναμις. Ἐὰν γὰρ κλείσῃ κατ' ἀνθρώπου, τίς ἀνοίξει; κατὰ τὸ γεγραμμένον. Σοφοὺς οὖν ἄρα Τάνεως τοὺς ἐν αὐτῇ φησι ψευδοπροφήτας τε καὶ τῶν ἐν τοῖς τεμένεσιν ἐπιμελητάς. Οἳ καὶ ἐπὶ μάγῳ τέχνῃ φρονοῦντες μέγα, δι' αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων οὐδὲν ὄντες παντελῶς. Πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Ποῦ εἰσι νῦν οἱ σοφοί σου, καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν· Τί βεβούλευται Κύριος Σαβαὼθ ἐπ' Αἴγυπτον; Ἐπὶ ποίοις, φησὶ, κατορθώμασιν ἀνασπάσετε τὴν ὀφρύν; Τί τὴν Αἰγυπτίων ὀνήσαντες χώραν θαυμασθήσεσθε παρ' αὐτῶν, ἢ ποίοις κέχρησθε λόγοις τὸν βασιλεύοντα συναρπάζοντες· λέγοντες, ὅτι Υἱοὶ συνετῶν ἡμεῖς, τοῦτ' ἔστι, προφητῶν; Μάγοι καὶ ἐκ μάγων· οἳ καὶ τῆς χώρας ἁπάσης, μονονουχὶ βεβασιλεύκασι, διαβόητον ἐσχηκότες παρὰ τοῖς τῶν εἰδώλων θεραπευταῖς τὴν δόξαν, καὶ τοῖς κρατοῦσιν ἀεὶ συνόντες τε καὶ συνδιαιτώμενοι· ἅτε δὴ καὶ βουλὰς ἐφ' ἅπασι τοῖς πρακτέοις εἰσκομίζειν εἰωθότες, τῶν ψευδωνύμων θεῶν ἐνηχούντων αὐτοῖς τὴν τοῦ συμφέροντος θήραν. Ὅταν τοίνυν ψευδηγοροῦντες ἐλεγχθήσεσθε, φησὶ, καὶ τῶν ἀληθῶν εἰδότες οὐδὲν, πῶς ἐρεῖτε τῷ βασιλεῖ· Υἱοὶ συνετῶν ἡμεῖς; υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Καὶ γέγονε μὲν ἐν τούτοις ὁ προφητικὸς ἡμῖν λόγος, ὡς πρός γε τοὺς δοκοῦντας εἶναι σοφούς· εἶτα μέτεισιν ἐπὶ τὸ αὐτοῦ πρόσωπον τοῦ καθηγεῖσθαι λαχόντος, καὶ φησίν· Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν τί βεβούλευται Κύριος Σαβαὼθ ἐπ' Αἴγυπτον. Εἰ μὴ γάρ εἰσι φένακες, φησὶν, ἢ ἀπατεῶνες καὶ βωμολόχοι, καὶ ψευδηγορεῖν εἰωθότες, καὶ τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες μόνης, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· μάνθανε παρ' αὐτῶν τὰ τοῖς Αἰγυπτίοις ἐπηρτημένα, καὶ αὐτίκα δὴ μάλα συμβησόμενα διὰ βουλῆς Κυρίου Σαβαώθ. Ἐπιτωθάζει δὲ ὥσπερ ὁ λόγος τοῖς οὐκ εἰδόσι Θεὸν, ἀλλ' οἷον ἐν σκότῳ βαθεῖ κειμένοις, διὰ τοῦ προσκεῖσθαι φιλεῖν ταῖς τῶν εἰδώλων λατρείαις. Πάνδεινον οὖν ἄρα, μᾶλλον δὲ καὶ εἰκαῖον παντελῶς, τὸ ταῖς τῶν ψευδομάντεων ἀπάταις ἐπιθαρσεῖν· εἰδότες γὰρ ὅλως τὸ σύμπαν οὐδὲν, ἢ τῶν ἐσομένων, ἢ καὶ ὧν ἂν ἐπιφέροι Θεὸς, ἀργυρολογίας ὑπόθεσιν ποιοῦνται τὴν ψευδομαντίαν, καὶ θεοκλυτεῖν ὑποπλάττοντες, τὰ ἀπὸ μόνης τῆς σφῶν βουλῆς ἐρευγόμενοι, καὶ τὸν τῶν προσκειμένων αὐτοῖς καταγοητεύοντες νοῦν. Λαλοῦσι γὰρ ἃ ἂν βούλοιτό τις, καὶ μόνον ἐκεῖνό φασιν, ὅπερ ἂν εἶναι τεκμήραιντο τοῖς ἀκροωμένοις καθ' ἡδονήν. Ἀλλ' ὅ γε θεῖος ἡμῖν ἐπι-

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
