# Commentarius in Isaiam prophetam 70.476

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.476

λαι διὰ πολλὴν ἀσέβειαν ἐν ἀποστροφῇ γεγονότες τῇ παρὰ Θεῷ, μαθήσονται λοιπὸν οὐκέτι τοῖς βδελύγμασι προσάγειν τὰς ἱκεσίας, τὰς ὑπὲρ ὧν ἂν ἕλοιντο ποιεῖσθαι τυχὸν, πρὸς αὐτὸν δὲ μᾶλλον κεκράξονται τὸν ἰώμενον τοὺς συντετριμμένους τὴν καρδίαν. Ἔσται δὲ αὐτοῖς οὐ βραδὺς, ἕτοιμος δὲ μᾶλλον εἰς τὸ κατανεῦσαι Θεὸς, ἵλεώς τε καὶ εὐμενής. Πρόξενον οὖν ἄρα παντὸς ἀγαθοῦ γένοιτ' ἂν ἀνθρώπῳ παντὶ, τὸ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, καὶ τὸν τῶν ὅλων Γενεσιουργὸν καὶ Κύριον. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγυπτίοις πρὸς Ἀσσυρίους. Καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. Ὁ μακάριος γράφει Παῦλος περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν. Οὐ γὰρ μόνον τοῖς ἄνω πνεύμασι λειτουργικοῖς καὶ ἁγίοις συνῆψε τοὺς ἐπὶ τῆς γῆς, ἀλλὰ γὰρ ἔθνεσιν ἔθνη συμβῆναι παρεσκεύασεν. Πρὸ μὲν γὰρ τῆς ἐπιδημίας τῆς εἰς ἄλληλα ἐπιμιξίας, ἀπενοσφίζετο χώρα τε καὶ πόλις, συχναί τε ἦσαν ἐξαναστάσεις καὶ πολέμων ἔφοδοι πανταχοῦ καὶ τῶν ἰσχυόντων ἆθλα τὰ τῶν ἡττωμένων, καὶ ἀνουθέτητος ἡ πλεονεξία, καὶ τὸ ἀδικεῖν οὓς ἂν δύναιτό τις, εὐκλείας εἶναί τι, καὶ τῶν ὅτι μάλιστα θαυμαστῶν ἐνομίζετο. Ἀλλὰ γέγονεν ἡμῖν εἰρήνη, καὶ κατὰ τοῦτο Χριστός. Ἐπειδὴ γὰρ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν περιαστράπτων τῇ ὑπ' οὐρανὸν, ἐδίδαξεν ἅπαντας τῆς εὐσεβείας τὴν ὁδὸν, καὶ τῆς εἰς Θεὸν καὶ ἀλλήλους ἀγάπης ἀντέχεσθαι, πέπαυται μὲν ἐκεῖνα πάλαι, παρῴχηκε δὲ τὰ ἀρχαῖα, καὶ γέγονε καινὰ, καθὰ γέγραπται. Κεκράτηκε γὰρ ἡ εἰρήνη πανταχοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶν, ὃ καὶ ἑτέρωθί πού φησιν ὁ προφήτης Ἡσαΐας περὶ πάντων τῶν ἐθνῶν· «Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζηβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.» Γεγονότες γὰρ ἅπαντες ὑπὸ ζυγὸν ἕνα, πνευματικῶς μὲν τὸν ὑπὸ Θεῷ, σωματικῶς δὲ τὸν ὑπὸ Ῥωμαίοις, τὸν ἠρεμαῖον καὶ ἀσύγχυτον, καὶ πολέμου δίχα διαζῶσι βίον, ὥστε παντὸς ἐξῃρημένου δείματος, καὶ τοὺς πάλαι πολεμιωτάτους ἀλλήλοις συμφέρεσθαι πρὸς ὁμοψυχίαν. Αἰγύπτιοι γὰρ, φησὶν, ὁδὸν ἕξουσι πρὸς Ἀσσυρίους, καὶ Ἀσσύριοι πρὸς Αἰγυπτίους. Καὶ πορεύσονται Αἰγύπτιοι πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις, οὐ ζυγὸν δουλείας ἐπιῤῥιπτούντων ἐκείνων, ἀλλὰ τοὺς τῆς ἀγάπης δεσμοὺς ἐνειλημμένους ἔχοντας, καὶ ἡδείστας ποιουμένους τὰς ἐπιμιξείας. Ἀσσυρίους γε μὴν ὀνομάζει τοὺς τὴν ἕω οἰκοῦντας χώραν. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις εὐλογημένος ἐν τῇ γῇ, ᾗ εὐλόγησεν ὁ Κύριος Σαβαὼθ λέγων· Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ, καὶ Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ. Ὠνόμασται μὲν ὁ Ἰσραὴλ πρωτότοκος ἐν τέκνοις. Ἐπειδὴ δὲ πεπαρῴνηκεν εἰς Χριστὸν, κατόπιν τέθειται τῶν ἐθνῶν, καὶ δευτέραν ὥσπερ μετεκληρώσατο

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
