# Commentarius in Isaiam prophetam 70.49

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.49

σθαι τῆς μαχαίρας, εἰ τοῖς θείοις ἀντεξάγοιεν νόμοις τὸ ἀπειθὲς καὶ δυσήκοον; Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; πρὶν ἡ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Καταθαυμάζει τρόπον τινὰ τῆς Ἰουδαίων συναγωγῆς τὴν οὕτω σαθρὰν, καὶ οὐκ εὐάφορμον μεταβολὴν, τῆς εἴς γε τὰ χείρω, φημὶ, καὶ τὴν ἐκ τῶν ἀμεινόνων εἰς τὰ αἰσχίω μετάστασιν. Νόμῳ μὲν γὰρ τῷ διὰ Μωσέως τὴν τοῦ συμφέροντος γνῶσιν ἐπαιδεύετο, καὶ εἰς ἕκαστα τῶν πρακτέων διακομιστὴν ἔχουσαν τὸν τοῦ Θεοῦ λόγον, λαμπρὰ καὶ εὐδοκιμωτάτη, καὶ ἀξιάγαστος ἦν, πλείστοις ὅσοις ἀνδράσι διαπρεπὴς, οἷς ὁ τῆς δικαιοσύνης καρπὸς ἐπήνθησε πλουσίως, καὶ ἀξιόληπτος ἦν τῷ Θεῷ. Ἦσαν μὲν γὰρ ἐν αὐτῇ προφῆταί τε καὶ ἱερεῖς, καὶ τῶν τῆς δικαιοσύνης ἔργων μελεδωνοὶ, καὶ λαῶν ἡγούμενοι φυλάττοντες κρίσιν, καὶ νόμον ἔχοντες ἐπὶ γλώττης, καὶ τρόπῳ παντὶ χρηστῷ τε καὶ ἀγαθῷ κατηγλαϊσμένοι. Εἶτα τῶν τοιούτων ἁπάντων ἐστερημένη, μᾶλλον τῆς ἀρχαίας ἐκείνης ἐπιεικείας ἀλογεῖν ἑλομένη, καὶ θεμένη παρ' οὐδὲν τὴν εἰς Θεὸν αἰδῶ, καὶ ἀγάπησιν πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας προσκεκύνηκε τοῖς μὴ φύσει θεοῖς, τὸν ἕνα τε καὶ ἀληθῶς Δεσπότην ταῖς εἰς τοῦτο πορνείαις ἐκτόπως περιυβρίζουσα. Καὶ οἷά τις πολύκοινος καὶ σεσοβημένη γυνὴ κατὰ πολλοὺς ἠσέβησε τρόπους. Ἄλλοτε ἄλλοις προσκειμένη καθηγηταῖς, πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχθημένων παρὰ Θεοῦ διακομίζειν εἰδόσιν. Αἰτιᾶται γοῦν αὐτὴν διὰ φωνῆς Ἱερεμίου λέγων ὁ τῶν ὅλων Θεός· «Ἴδε ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραὴλ, ἐπεπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ.» Καὶ πάλιν ὡς πρὸς αὐτήν· «Ἐὰν ἐξαποστέλλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπελθοῦσα ἀπ' αὐτοῦ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακαλύπτουσα ἀνακαλύψει πρὸς αὐτὸν ἔτι; οὐ μαινομένη μιανθήσεται γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνεκάλυπτες πρός με, λέγει Κύριος. Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε, ποῦ οὐκ ἐξεφύρθης, ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτοῖς, ὡσεὶ κορώνη ἐν ἐρήμῳ μόνῃ. Καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου, καὶ ἐν ταῖς κακίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ. Ὄψις πόρνης ἐγένετό σοι, ἀπηνῃσχύν[τ]ησας πρὸς πάντας.» Καταφρονήσασα γὰρ, ὡς ἔφην, τῆς ὑπὸ Θεῷ δουλείας, ἐτράπετο πρὸς ἀπόστασιν καὶ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ τοῖς τῶν εἰδώλων θεραπευταῖς, ἐχρῆτο ποιμέσι καὶ διδασκάλοις. Καὶ ταυτὶ μὲν, ὡς ἔφην, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τῆς τῶν Ἰουδαίων Συναγωγῆς τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ τοῖς ἐπὶ τῆς γῆς ἐπέλαμψεν ὁ Χριστὸς (ἐπέφανε γὰρ ἡμῖν, κατὰ τὸ γεγραμμένον, Θεὸς Κύριος), οὐκ αὐτῷ μᾶλλον ἐχρῆτο παιδευτῇ· τετίμηκε δὲ διδασκαλίας, ἐντάλματα ἀνθρώπων· καὶ τὸν καλὸν ἀφεῖσα ποι-

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
