Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.52
Not analysed yet
μένα, τὸν εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀποκομίζειν εἰδότα, προσεκολλήθη τοῖς ἀρχιερεῦσι καὶ Γραμματαίοις, καὶ μὴν δὲ καὶ Φαρισαίοις. Ἐκπεπόρνευκε δὲ κατὰ τοῦτον τὸν τρόπον. Καίτοι καὶ νόμον καὶ προφητῶν προανακεκραγότων αὐτῇ τὸ Χριστοῦ μυστήριον, καὶ ὅτι παρέσται κατὰ καιροὺς προαπηγγελκότων. «Πῶς οὖν ἐγένετο, φησὶ, πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως;» Ὅμοιον ὡσεὶ λέγοι· Ποίας λαβοῦσα τὰς τοῦ νοσεῖν ἀφορμὰς, μᾶλλον δὲ πῶς ἀνάμεστος οὖσα πνευματικῶν ἐπικουρημάτων κατώλισθεν εἰς ἀπόστασιν ἡ πάλαι πιστὴ καὶ δικαιοσύνης ἐργάτις, ἐν ᾗ κατέλυσεν ἡ δικαιοσύνη, τοῦτ' ἔστιν, ἀνεπαύσατο νόμος; οἶκος γὰρ ὥσπερ τις αὐτοῦ γέγονεν ἡ τῶν παιδαγωγουμένων πληθὺς, νῦν δὲ καταλελύκασι φονευταί. Ἀκούεις ὅτι πάντα παρεὶς τὰ ἕτερα τὴν μιαιφονίαν αὐτοῖς ἐγκαλεῖ; Κατηντλήκασι γὰρ τῆς ἑαυτῶν κεφαλῆς τὸ τίμιον αἷμα Χριστοῦ, Πιλάτῳ λέγοντες· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Ἀνῃρήκασι δὲ καὶ προφήτας ἁγίους· καὶ τοῦτο αὐτοῖς ὁ μακάριος Στέφανος ὠνείδισε, λέγων· «Σκληροτράχηλοι καὶ ἀπειθεὶς τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Τίνα τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν; Ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.» Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες. Τῆς ἐπὶ τὰ χείρω μεταβολῆς τὰς αἰτίας ἀπαριθμεῖται σαφῶς. Καὶ ὥσπερ τις τῶν εὐτεχνεστάτων ἰατρῶν τοῖς ἠῤῥωστηκόσι λέγει τὰς τοῦ νοσεῖν ἀφορμὰς, οὕτω καὶ αὐτὸς ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τοῖς ἐξ ἀμαθίας ἠῤῥωστηκόσι τοῦ πρέποντος διατρανοῖ τὰς αἰτίας τῶν ἐν αὐτοῖς παθῶν καὶ πλημμελημάτων. «Ἀδόκιμον γὰρ τὸ ἀργύριον ὑμῶν,» φησί. Καὶ ἀργύριον μὲν ἀδόκιμον ὀνομάζει τῶν παρ' αὐτοῖς διδασκάλων τὸν οὐκ εὐφυᾶ, μᾶλλον δὲ καὶ βδελυρίας ἁπάσης ἐπίμεστον λόγον· καὶ ἀδικῆσαι μᾶλλον ἤπερ ὀνῆσαι δυνάμενον τοὺς ἀκροωμένους. Κατείθισται δέ πως ἡ θεόπνευστος Γραφὴ τοὺς τῆς κατηχήσεως λόγους, οὓς ἂν ποιοῖντό τινες τοῖς ὑπὸ χεῖρα λαοῖς ἀργύριον ἀποκαλεῖν. Καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ὁμοιοῦσθαί φησι τὴν βασιλείαν τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὃς μέλλων ἀποδημεῖν ἐκάλεσε τοὺς ἑαυτοῦ δούλους· καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ ἓν, καὶ ἀπεδήμησεν· πεπονηκόσι δὲ αὐτοῖς περ . . . . τοὺς ἐπαίνους ἀποδιδοὺς, «Εὖ, δοῦλε ἀγαθὲ, καὶ πιστὲ,» φησί. Τῷ γε μὴν ἀποκρύψαντι τὸ τάλαντον, προσειργασμένῳ δὲ παντελῶς οὐδὲν, «Πονηρὸς δοῦλε,» φησὶ, «καὶ ὀκνηρὲ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, κἀγὼ ἐλθὼν ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Τὰ λόγια Κυρίου, λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον δόκιμον τῇ γῇ. Κίβδηλον οὖν ἄρα καὶ ἀδόκιμον παν-