# Commentarius in Isaiam prophetam 70.525

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.525

ταῖς ἐπενηνεγμέναις αὐτοῖς συμφοραῖς. Ἄμφω δὲ ταῦτα θηλυπρεπῆ, καὶ μειρακίοις μᾶλλον, καὶ τοῖς ἤδη παρηβηκόσιν ἁρμοδιώτερα. Πολέμου μὲν γὰρ περιηγγελμένου, καὶ κατὰ χώρας ἤτοι πόλεως ἔρχεσθαι προσδοκωμένου, ἅπαν μὲν ὅσον ἐστὶν ἐν ἀκμαῖς εὐτρεπίζεται πρὸς μάχην, καὶ γυμνάζει τὰ τακτικὰ, καὶ ταῖς τῶν πολεμίων φάλαγξι, κἂν εἰ μήπω παρεῖεν, τό γε ἧκον εἰς προθυμίας ἐπιμαίνεται. Γύναια δὲ καὶ μειράκια τὰ εἰς φυγὴν μελετᾷ, καὶ ὀλολύζει κλαίοντα. Ἕτοιμα γὰρ ἀεί πως εἰς φόβον καὶ θρήνους μειράκιον καὶ γυνή. Ἐπιμειδιᾷ τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς ταῖς Τυρίων ἀνανδρίαις. Φεύγουσι γὰρ καὶ ὀλολύζουσιν οἱ πάλαι κρατοῦντες ἐν μάχαις δεινοὶ καὶ δυσάντητοι, θρασεῖς καὶ ἀνάλωτοι. Οὐχ αὔτη ὑμῶν ἡ ὕβρις ἡ ἀπαρχῆς, πρὶν ἢ παραδοθῆναι αὐτήν; Τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; Μὴ ἥσσων ἐστὶν, καὶ οὐκ ἰσχύει; Φθάσας ἔφην, ὅτι τῶν Ἱεροσολύμων πεπορθημένων, κατεμπρησθέντος δὲ καὶ αὐτοῦ τοῦ ναοῦ παρὰ τῆς τῶν Ἀσσυρίων στρατιᾶς, τὰ κύκλῳ καὶ ὅμορα τῶν ἐθνῶν ἐπεγάννυντο μὲν ὡς ἀπολωλότι τῷ Ἰσραὴλ, καὶ ὡς εἰσάπαν ἐκκεκομμένῳ, καὶ ἔσειον ἐπ' αὐτοῖς τὰς σφῶν αὐτῶν κεφαλάς· ᾤοντο δὲ ὅτι πεπτώκασιν ὑπὸ χεῖρας ἐχθρῶν, οὐ διά γε τὰς αὐτῶν ἁμαρτίας, ἀλλ' ὅτι μᾶλλον ἠτόνησεν ὁ σώζων αὐτοὺς, καὶ κρείττους γεγόνασι τῆς τοῦ Θεοῦ χειρὸς οἱ κεκρατηκότες. Τί οὖν, ὦ Τύριοι, φησίν; Οὐ πρὶν αὐτὴν παραδοθῆναι, ταύτην ἐποιήσασθε κατ' ἐμοῦ τὴν ὕβριν; οὐκ ἐλέγετε τὴν ἐμὴν ἰσχὺν ἥττω καὶ ἐν μείοσιν εἶναι τῶν ὑμετέρων θεῶν; Τίς οὖν ἄρα, φησὶν, ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; Ἐγὼ δηλονότι, ὃν ὑμεῖς ἥττονά τε καὶ ἄναλκιν εἰπεῖν τετολμήκατε. Ἐξ αὐτῶν τοιγαροῦν κατατεκμήρασθε τῶν πραγμάτων, πότερόν ποτε ἥττων ἐστὶ τῶν παρ' ὑμῖν θεῶν, ἢ οὐκ ἰσχύει; Ἐγὼ μὲν γὰρ πλημμελοῦντα εἰς ἐμὲ παραδέδωκα τοῖς ἐχθροῖς τὸν ἐξήνιον Ἰσραήλ. Ἐπειδὴ δὲ πλουτεῖτε θεοῖς, καὶ πολλοὶ παρ' ὑμῖν οἱ τιμώμενοι, τίς ἄρα αὐτῶν τὴν τοιάνδε σκέψιν ἐβουλεύσατο κατὰ Τύρου; Τίς παραδέδωκε τοῖς ἐχθροῖς; χαλεπὸν οὖν ἄρα τὸ διὰ πείρας αὐτῆς ἐκδέχεσθαι ἅπερ ἂν πρέποι παθεῖν. Δεῖ δὲ οἶμαι τοὺς νουνεχεστάτους, ἰσχνοῖς διανοίας ὄμμασι μακρόθεν ὁρᾷν τὸ τελοῦν εἰς ὄνησιν, καὶ μεμαστιγωμένοις ἁγίοις μὴ ἐπαγάλλεσθαι, μήτε μὴν οἴεσθαι τὴν ἀεὶ σώζουσαν αὐτοὺς ἀτονῆσαι χεῖρα, ἐννοεῖν δὲ μᾶλλον ὅτι περιπίπτουσιν ἔσθ' ὅτε καὶ πειρασμοῖς ἐφιέντος Θεοῦ. Οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς. Κύριος Σαβαὼθ ἐβουλεύσατο παραλῦσαι πᾶσαν τὴν ὕβριν τῶν ἐνδόξων, καὶ ἀτιμάσαι πάντα ἔνδοξον ἐπὶ τῆς γῆς. Μέτεισι πάλιν ὁ λόγος ἐπί γε τὸ δεῖν ἀπογυμνοῦν τῆς ἐνούσης ἀλαζονείας αὐτοῖς τὸ ὑπερφερὲς, καὶ μέντοι πρὸς τούτῳ τὸ ἀκόρεστον εἰς φιλοκερδίας. Ἔμποροι γὰρ ὄντες, φησὶ, καὶ οὕτως αἰσχρὸν καὶ δυσγενὲς ἔχοντες τὸ ἐπιτήδευμα, εἰς τοσοῦτον καὶ δόξης καὶ ὑπεροχῆς κεχωρήκασιν, ὥστε καὶ τὰς τοῖς ἄρχουσι πρεπωδεστάτας ἀναδεσμεῖσθαι τιμὰς, καὶ στεφάνοις τοῖς ἐπ' εὐκλείᾳ γενέσθαι γνωριμωτάτους. Ἀλλ' ὁ τῶν δυνάμεων Κύριος, φησὶν, ἐβουλεύσατο

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
