# Commentarius in Isaiam prophetam 70.528

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.528

παραλῦσαι τὴν ὕβριν τῶν ἐνδόξων καὶ ἀτιμάσαι πάντα τοιοῦτον. Ψῆφον δὲ αὐτῶν τὴν τοιαύτην καθορίζοντος Θεοῦ, καὶ τομὸν ἐπάγοντος κρίμα, τίς ἐπαμῦναι δυνάμενος, ἢ τίς ἂν τὴν θείαν ἀποσοβήσειεν ὀργήν; τίς γὰρ ἔσται κρείττων τῆς πανσθενοῦς ἐξουσίας; Ἢ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει, κατὰ τὸ γεγραμμένον; Οὐκοῦν μὴ οἰέσθωσαν, φησὶν, ὅτι τοῖς ἰδίοις θεοῖς προσκεκρουκότες κατεκομίσθησαν ἐκ δόξης εἰς ἀτιμίαν, ἴστωσαν δὲ μᾶλλον ὅτι κρίμα γέγονε Κυρίου Σαβαὼθ, καθ' οὗ τετολμήκασιν εἰπεῖν. Ὅτι καὶ ἥσσων ἐστὶν καὶ οὐκ ἰσχύει. Οὐκοῦν λέγωμεν καὶ ἡμεῖς τοῖς παρανομοῦσι μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι μὴ ὑψοῦτε κέρας, μήτε μὴν ἀνοσίως ἐπαίρειν αὐτὸ, καὶ ἀδικίαν λαλεῖν κατὰ τοῦ πάντων κρατοῦντος Θεοῦ. Ἐργάζου τὴν γῆν σου· καὶ γὰρ πλοῖα οὐκέτι ἔρχονται ἐκ Καρχηδόνος. Ἡ δὲ χείρ σου οὐκέτι ἰσχύσει κατὰ θάλασσαν, ἡ παροξύνουσα βασιλεῖς. Μετατίθησι, φησὶ, τὰς σπουδὰς ἐξ ἐμπορικῶν ἐπιτηδευμάτων εἰς γεωπονίας. Οὐ γὰρ ταῖς ὅτι μάλιστα φιλαιτάταις ἐμπορίαις κεχρήσῃ πάλιν, οὐδὲ ἥξουσιν ἐκ Καρχηδόνος οἱ τὸν ἀμέτρητόν σοι πλοῦτον συλλέγοντες, καὶ τὴν σὴν ὑποτρέχοντες χεῖρα, τοῦτ' ἔστι, τὴν δύναμιν. Δυνήσῃ γὰρ οὐδὲν ἔτι παντελῶς, καίτοι πολλὰ δυνηθεῖσα κατὰ τὴν θάλασσαν, τοῦτ' ἔστιν, ἀλκιμωτάτη γεγενημένη κατὰ πάσης καὶ νήσου καὶ πόλεως πρὸς τῇ θαλάσσῃ κειμένης, ἡ καὶ πλείστους παροξύνασα βασιλεῖς. Δεινὴ γὰρ, ὡς ἔφην, κατὰ τὸ ἀρχαῖον ἡ Τύρος καὶ τοῖς ἀπωτάτω καὶ γείτοσιν καὶ τοῖς ἐθνῶν ἡγουμένοις. Ἀλλ' ὁ τῶν δυνάμεων Κύριος ἐνετείλατο περὶ Χαναὰν (τοῦτ' ἔστι, περὶ τῆς γῆς τῶν ἀλλοφύλων), ὥστε ἀπολέσαι αὐτῆς τὴν ἰσχύν. Ἐπενήνεκται γὰρ τὰ ἐκ τοῦ πολέμου κακὰ διὰ τῆς Ἀσσυρίων ὠμότητος, οὐχὶ δὴ μόνῃ τῇ Τύρῳ ποθὲν, ἀλλὰ γὰρ καὶ ἑτέροις τῶν ἐθνῶν, Μωαβίταις τε καὶ Ἰδουμαίοις, καὶ ἄλλοις τισί. Συλλήβδην δὲ πάντες Χαναναῖοι κατονομάζονται τῶν εἰδώλων οἱ προσκυνηταὶ, καὶ οὐκ ἐξ αἵματος ὄντες τοῦ ἐξ Ἰσραὴλ, καὶ γοῦν ὀνειδιζέτω τις ἀκούων, σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα. Ὅταν τοίνυν, φησὶ, τὰ ἐκ τοῦ πολέμου βλάβη κατὰ πάντων ὁμόσε χωρήσῃ τῶν Χαναναίων, τότε τῶν συμβεβηκότων αὐτοῖς τὰς αἰτίας τινὲς συνέντες ἐροῦσιν· Οὐκέτι μὴ προσθῆτε τοῦ ὑβρίζειν καὶ ἀδικεῖν τὴν θυγατέρα Σιών. Ἔφην γὰρ ὅτι κατωνείδιζον τὴν Ἰουδαίαν, καὶ κατεγέλων τῶν ἐξ Ἰσραὴλ ὡς ἑαλωκότων, ἐταλάνιζόν τε τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιὼν οὐχ ὡς παρεωραμένην μᾶλλον παρὰ Θεοῦ τοῦ σώζοντος, ἀλλ' ὡς διὰ τοῦτο πεσοῦσαν εἰς τὸ ἁλῶναι καὶ παθεῖν, ὅτι νενίκηται καὶ ἠσθένησε ὁ παρ' αὐτοῖς τιμώμενος Θεὸς, ᾧ τὰς κατὰ νόμον λατρείας ἐτέλουν. Καὶ ἐὰν ἀπέλθῃς εἰς Κιτιεῖς, οὐδὲ ἐκεῖ σοι ἀνάπαυσις ἔσται· καὶ εἰς γῆν Χαλδαίων, καὶ αὐτὴ ἠρήμωται ἀπὸ τῶν Ἀσσυρίων, ὁ τοῖχος αὐτῆς πέπτωκεν.

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
