# Commentarius in Isaiam prophetam 70.53

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.53

τελῶς ἀργύριον τὸ παρὰ τοῖς Ἰουδαίοις, τοῦτ' ἔστιν, ὁ παρὰ τῶν Γραμματέων καὶ Φαρισαίων λόγος, οἷα δὴ καὶ καπήλοις προσεοικότες ὕδατι τὸν οἶνον μίσγειν ἤθελον· τοῦτ' ἔστι, νενοθευμένην, καὶ οὐκ ἀκαπήλευτον ἐποιοῦντο τοῦ νόμου τὴν ἐξήγησιν· παραπλέκοντές τι καὶ ἰδίων αὐτοῖς θελημάτων, καὶ ψυχρῶν καὶ ὑδαρεστέρων ἐννοιῶν παρεισκρίνοντες οὐκ ἀμιγεῖ τοῦ χείρονος, οὐδὲ ὡς ἂν εἴποι τις ἄκρατον ἐποιοῦντο τῆς τοῦ νομοθέτου βουλῆς τὴν ἀπόδοσιν. Καὶ γοῦν προσίεσαν μὲν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι τῷ Σωτῆρι λέγοντές ποτε· «Διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας αὐτῶν, ὅταν τὸν ἄρτον ἐσθίουσιν. Ὁ δὲ πρὸς αὐτούς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ Θεὸς εἶπεν, Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ, ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατέρι ἢ μητέρι, Δῶρον, ὃ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράβασιν ὑμῶν.» Ὁρᾷς ἐν τούτοις τῆς Ἰουδαϊκῆς καπηλείας σαφῆ τὰ ἐγκλήματα; ταῖς γὰρ οἰκείαις παραδόσεσιν ἕπεσθαι δεῖν ἐθέλοντες, ἀκύρους ἀπέφαινον τοὺς τοῦ Θεοῦ νόμους. Ὑποπλαττόμενοι μὲν ἐξηγεῖσθαι καὶ αὐτοὺς, συνεισφέροντες δὲ παραδόσεις ἑώλους καὶ ψυχράς. Αἰτιᾶται δὲ τοὺς ἄρχοντας, ὡς πολὺ νοσοῦντας τὸ ἐξήνιον, καὶ γαῦρον ὥσπερ ἀνατείνοντας τὸν αὐχένα, καὶ ἀπειθεῖν ᾑρημένους. Οὐ γὰρ ἤθελον προσίεσθαι τὴν πίστιν τὴν εἰς Χριστὸν δηλονότι, καίτοι τοῦ νόμου διακεκραγότος αὐτοῖς ἄνω τε καὶ κάτω, τὸ ἐπ' αὐτῷ μυστήριον, καὶ κατὰ μυρίους ὅσους αὐτὸ δεικνύοντος τρόπους. Καὶ γοῦν ἔφη πρὸς αὐτοὺς ὁ Κύριος ἡμῶν Ἰησοῦς, Χριστός· «Ἢ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα; Ἔστιν ὁ κατηγορῶν ὑμῶν, Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίσατε. Εἰ γὰρ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.» Ἀπειθεῖς οὖν ἄρα, μήτε τὴν τοῦ νόμου βούλησιν ἄκρατον ὥσπερ καὶ ἀνόθευτον διερμηνεύειν ἐθέλοντες τοῖς ἄλλοις, μήτε μὴν τὴν διὰ Μωσέως καὶ προφητῶν καὶ ἁγίων προκεκηρυγμένην τιμήσαντες πίστιν. Οὐ γὰρ ἤθελον ὑπακοῦσαι λέγοντι τῷ Χριστῷ· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς.» Καὶ πρός γε τῷ εἶναι σκληροί τε καὶ ἀπειθεῖς, κοινωνοὶ γεγόνασι κλεπτῶν· τοῦτο μὲν τοῖς δωροδοκοῦσι συνκαστάμενοι (Sic), τοῦτο δὲ συνδεδραμηκότες ταῖς ἀνοσίοις βουλαῖς τοῦ προδόντος αὐτοῖς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὃς ἦν πονηρός τε ἅμα καὶ κλεπτίστατος μαθητής. Ἐρασιχρήματοι δὲ καὶ ἑτέρως οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τὸ κύμινόν τε καὶ τὸ ἄνηθον, καὶ πᾶν λάχανον ἀποδεκατοῦντες, καὶ ἀφιέντες τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν. Οὐ γὰρ ἔκρινον ὀρφανοῖς καὶ χήραις. Ζητοῦντες δὲ μᾶλλον παρὰ τῶν προσαγόντων αὐτοῖς ἀνταπόδομα, κατεδί-

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
