# Commentarius in Isaiam prophetam 70.548

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.548

ἀγαθῶν ἐλπίδι κατευφραίνουσα καταπιαίνει πλουσίως. Προσδοκῶμεν γὰρ ὅτι καὶ αὐτῷ συνεσόμεθα τῷ Χριστῷ, ὅς ἐστι δόξα τοῦ Πατρὸς, καθάπερ ἔφην ἀρτίως. Ἐπειδὴ δὲ ἐκ περάτων εἰς πέρατα τῆς ὑπ' οὐρανὸν, ὁ τῶν ἁγίων ἀποστόλων διαπεφοίτηκε λόγος, μεθιστὰς μὲν τὰ ἔθνη τῆς πολυθέου πλάνης, προσκομίζων δὲ τῇ χάριτι τῇ διὰ Χριστοῦ· τεταράχθαι φησὶ τὸ ὕδωρ τῆς θαλάσσης, τοῦτ' ἔστι, τοὺς κατὰ πᾶσαν τὴν ὑφ' ἡλίῳ λαούς. Ταράττονται δὲ ξενοφωνούμενα, καὶ τῆς μὲν ἀρχαίας ἀπαίροντα πλάνης, μεθορμιζόμενα δὲ πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Ταύτῃ τοί φησιν· Ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης. Νήσους δὲ, ὥς γε οἶμαι, φησὶ τὰς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας, αἳ καθάπερ ἐν θαλάσσῃ τῷδε τῷ κόσμῳ κείμεναι, τῆς ἐν αὐτῷ τύρβης ἀνέχουσί τε καὶ ὑπερφέρονται Χριστοῦ διασώζοντος, καὶ τοῖς τῶν διωγμῶν κύμασιν οὐκ ἐῶντος αὐτὰς περιθραύεσθαι. Ἐπειδὴ γὰρ αἰνιγματωδῶς θάλασσαν ὀνομάζει τὰ ἔθνη, ταύτῃ τοι τοῦ λόγου τροπῇ νουνεχῶς ἑπόμενος, νήσους ὀνομάζει τὰς ἐκκλησίας ἐν αἷς ἡ δόξα τοῦ Θεοῦ θαυμάζεται. Κύριε ὁ Θεὸς τοῦ Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, ἐλπὶς τῷ εὐσεβεῖ. Τῶν καταλειφθέντων ἐπὶ τῆς γῆς καὶ εὐφραινομένων ἅμα τῇ δόξῃ Κυρίου, καὶ τῶν ἐν αὐταῖς κατοικούντων νήσοις, φημὶ δὴ ταῖς ἐκκλησίαις, εἰσκομίζει τὸ πρόσωπον ὁ προφήτης ἡμῖν ἐν τούτοις, τὸν τῶν ὅλων δοξολογούντων Θεὸν καὶ λεγόντων· Ἐκ πτερύγων τῆς γῆς ἀκούσατε τέρατα, καὶ πρός γε τούτῳ πεπιστευκότων ὅτι ἔσται τοῖς εὐσεβοῦσιν ἐλπὶς ἀγαθὴ τοῦ δικαιωθήσεσθαι παρ' αὐτοῦ, καὶ μὴν καὶ πλουσίως μετασχεῖν τῆς ἡμερότητος αὐτοῦ. Πτέρυγας δὲ τῆς γῆς ἐοίκασιν ὀνομάζειν τοὺς ἁγίους μυσταγωγοὺς, ὧν τοῖς λόγοις μονονουχὶ καὶ πτερούμενοι τὰ ἄνω φρονοῦμεν, τῶν ἐπιγείων ἀναπηδῶντες πραγμάτων, καὶ τὸ γεῶδες καὶ σαρκικὸν ἀφέντες φρόνημα τὸ πολίτευμα ἔχομεν ἐν τοῖς οὐρανοῖς. Ἐκ τῶν οὕτω νοουμένων τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν τὰ διὰ Χριστοῦ, φησὶ δηλονότι. Μεμυσταγωγήμεθα γὰρ τοῖς τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν συγγράμμασι, καὶ τὰς διὰ τοῦ Σωτῆρος θεοσημείας μανθάνοντες, ἑδραιοτάτην ἔχομεν ἐν αὐτοῖς τὴν πίστιν, τεθαρσήκαμέν τε καὶ ἀρηρότως διακείμεθα καὶ πιστεύομεν, ὅτι καὶ καλὴ λίαν ἡ τῶν εὐσεβούντων ἐλπίς· προσδοκῶμεν γὰρ τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ τὰς τοῖς ἀγαπῶσι τὸν Θεὸν ηὐτρεπισμένας τιμάς τε καὶ δόξας. Καὶ ἐροῦσιν· Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον· φόβος καὶ βόθυνος, καὶ παγὶς ἐφ' ὑμᾶς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ ἔσται, ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ἐκ τῆς παγίδος. Τίνες ἐροῦσιν; Οἱ καταλελειμμένοι που πάντως ἐπὶ τῆς γῆς, καὶ εὐφραινόμενοι ἅμα τῇ δόξῃ Κυρίου, καὶ οἱ κατοικοῦντες τὰς νήσους, ἤτοι τὰς Ἐκκλησίας. Ἐροῦσι δὲ τίσι; Τοῖς ἀθετοῦσι τὸν νόμον, τοῦτ' ἔστι, τοῖς μὴ πιστεύσασιν. Εἰ γὰρ ἐπίστευον τῷ Μωσῇ, ἐπίστευον ἂν τῷ Χριστῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος ἔγραψεν. Ὅρα δὲ ὅπως τὴν πίστιν παρα-

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
