# Commentarius in Isaiam prophetam 70.556

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.556

δὲ, ὥς γε οἶμαι, φησὶν ἐν τούτοις τοὺς τελείους τὴν φρένα, καὶ οἱονεὶ τὸν νοῦν πεπολιωμένον ἔχοντας, ὡς δύνασθαι κατιδεῖν τοῖς τῆς καρδίας ὄμμασι, τῶν περὶ αὐτοῦ μυστηρίων τὸ βάθος. Τούτοις καὶ ὁ σοφὸς Ἰωάννης ἐπιστέλλει λέγων· «Γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς.» Ἀλλ' οἱ γνόντες, θαυμάζουσι καὶ ἀνάπτουσι δόξαν αὐτῷ τὴν θεοπρεπῆ, βασιλέα καὶ Κύριον τῶν ὅλων ὁμολογοῦντες ὑπάρχειν αὐτόν. Ὅτι δὲ τῆς τοῦ διαβόλου τυραννίδος εἰς ἅπαν ἐξῃρημένης βεβασίλευκεν ὁ Χριστὸς, διδάξει λέγων αὐτὸς, ὅτε τῆς ἁπάντων ζωῆς ἀντίλυτρον ἑαυτὸν προσεκόμισε τῷ Θεῷ καὶ Πατρὶ, τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπομένων σταυρόν· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Οὐκοῦν τοῖς ἰδίοις καθυπέταξε σκήπτροις τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, προεκβεβληκὼς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. Τὸ δὲ τῆς ἐκβολῆς ὄνομα, τῆς κατὰ πάντων πλεονεξίας κατασημαίνειν ἔοικε τὴν ἀνατροπήν. ΒΙΒΛΙΟΝ Γʹ. ΤΟΜΟΙ Εʹ ΤΟΜΟΣ Αʹ. Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑπνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν· γένοιτο, Κύριε. Ἐν μὲν τῷ τετελεσμένῳ βιβλίῳ μακρὸς τῷ προφήτῃ γέγονε λόγος, καὶ διὰ κεκρυμμένων ἐννοιῶν ἐρχόμενος, περί τε τῆς τοῦ διαβόλου σκαιότητος, καὶ τῆς ἐσομένης ἐπ' αὐτῷ κολάσεώς τε καὶ δίκης, καὶ προσέτι καὶ ἀνατροπῆς τῶν πονηρῶν καὶ ἀντικειμένων δυνάμεων. Προσετίθει δὲ τούτοις, καὶ τῆς τοῦ Χριστοῦ βασιλείας τὴν ἀνάῤῥησιν. Ἔφη γὰρ, ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν, καὶ ἐν Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. Τούτων τοιγαροῦν ἁπάντων ἕνεκα περιχαρείας ἔμπλεως ὁ προφήτης γίνεται, καὶ τὸν τῶν οὕτω τεθαυμασμένων ἀποτελεστὴν καταγεραίρει ταῖς εὐφημίαις. Ταύτῃ τοί φησι· Κύριε ὁ Θεός μου, δοξάσω σε, καὶ ὑμνήσω τὸ ὄνομά σου, βουλὴν ἀρχαίαν καὶ ἀληθινὴν, καὶ τεθαυμασμένα πεποίηκας πράγματα. Ἐπειδὴ δὲ περὶ τῶν οὔπω γεγονότων κατ' ἐκεῖνο καιροῦ τὸ Ἐποίησας φησὶν, ὅτι μὲν οὔπω γέγονεν, ἔσται γε μὴν πάντη τε καὶ πάντως ὑποδηλοῖ, προστιθεὶς τὸ Γένοιτο, Κύριε. Τοῖς μὲν γὰρ τῆς διανοίας ὄμμασιν, ὡς ἐνεστηκότα τὸν τῆς ἐπιδημίας κατεθεῶντο καιρὸν, ἠγνόουν δὲ οὐδαμῶς οὔπω παρόντα, ὡς ἀρχαίαν δέ γε βουλὴν, καὶ θαυμαστὰ πράγματα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ἀποκαλεῖ τὸ μυστήριον, καὶ τὰ ἐξ αὐτῆς τοῖς ἀνὰ πᾶσαν κατωρθωμένα τὴν γῆν

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
