# Commentarius in Isaiam prophetam 70.672

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.672

τοῦ. Τότε δὴ οὖν οἱ περιλειφθέντες, καὶ σεσωσμένοι, καὶ διαφυγεῖν ἰσχύοντες τῶν Βαβυλωνιτῶν τὸ ξίφος πανοικεὶ κατέβαινον εἰς τὴν Αἴγυπτον· καίτοι Θεοῦ τοῦτο δρᾷν οὐκ ἐφιέντος αὐτοῖς, ἀλλ' ἐναργέστατα λέγοντος διὰ φωνῆς Ἰερεμίου· Μὴ καταβαίνετε εἰς Αἴγυπτον. Ἐπειδὴ δὲ οὐδὲν ἧττον μεμενήκασιν ἀπειθεῖς, ἀπολώλασιν ἐν Αἰγύπτῳ. Εἷλε γὰρ καὶ αὐτὴν ὁ Ναβουχοδονόσορ, καὶ ὁμοῦ τοῖς ἐξ Ἰσραὴλ ἀνῄρηκε τοὺς Αἰγυπτίους. Ἡ μὲν οὖν τῆς ὁράσεως αἰτία καὶ πρόφασις αὕτη, καὶ οἷον ἡ πᾶσα περίστασις. Δεῖ δὲ, οἶμαι, καθ' ἕκαστον ἡμᾶς διειπεῖν, ὡς ἔνι. Ἐν τῇ θλίψει, καὶ τῇ στενοχωρίᾳ λέων, καὶ σκύμνος λέοντος ἐκεῖθεν, καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ' ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλ' εἰς αἰσχύνην, καὶ ὄνειδος. Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς; Ἀπάγγειλον αὐτοῖς, ὅτι Ματαία ἡ παράκλησις ὑμῶν αὔτη. Κεκληροδότηκε μὲν τοῖς ἐξ αἵματος Ἰσραὴλ τῆς ἐπαγγελίας τὴν γῆν ὁ θεσπέσιος Ἰησοῦς, ὁ τοῦ Ναυῆ δηλονότι. Φασὶ δὲ τὴν Ἰούδα μάλιστα φυλὴν τὰ πρὸς ἠῶ τε καὶ νότον τῆς Ἰουδαίων χώρας διαλαχεῖν, προσπαρακειμένης αὐτοῖς τῆς ἐρήμου, διακομιζούσης τε τοὺς ἐθέλοντας εἰς τὴν Αἰγυπτίων. Ἐν καιρῷ τοιγαροῦν τῆς θλίψεως καὶ τῆς στενοχωρίας, τοῦτ ἔστι, πολιορκοῦντος τοῦ Ναβουχοδονόσορ ἐγκειμένου τε καὶ καταθλίβοντος τὰς τῆς Ἰουδαίας πόλεις· λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν. Καὶ λέοντας μὲν ἴσως ἀποκαλεῖ τοὺς καθηγεῖσθαι λαχόντας, καὶ δυνατωτάτους, καὶ ἐν ἀσθενείαις ὄντας ταῖς κατὰ τῶν ἄλλων οὐ μικραῖς. Σκύμνους δὲ τάχα που τοὺς ἐξ αὐτῶν· ἀσπίδα δὲ καὶ ἀσπίδων ἔκγονα πάλιν ἑτέρους πικρούς τε καὶ ἰοβόλους, καὶ ἀκράτῳ πονηρίᾳ συντεθραμμένους. Εἰ δὲ λέγοι, πετομένων, τῶν εὐπετῶς, καὶ ὀξέως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων χωρούντων νοήσεις. Πονηροί τε ἅπαντες καὶ πικροὶ λίαν ὁμολογουμένως οἱ τῆς εἰς Θεὸν ἀγάπης ἀποφοιτήσαντες, καὶ τῷ ξύλῳ λέγοντες· Πατήρ μου εἶ σὺ, καὶ λίθῳ· Σὺ ἐγέννησάς με· καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν τὸ σέβας ἀνάπτοντες· οὗτοι τοιγαροῦν ὑπὸ ὄνων τε καὶ καμήλων τὸν περιλειφθέντα αὐτοῖς ἀπεκόμιζον πλοῦτον πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν, ἀλλ' εἰς αἰσχύνην καὶ ὄνειδος. Ἀνόνητον γὰρ παντελῶς τὸ χρῆμα αὐτοῖς, καὶ ματαία γέγονεν ἡ παράκλησις, τοῦτ' ἔστιν, ἣν ἐνόμιζον εἶναι παραμυθείαν αὐτοῖς. Συναπολώλασι γὰρ, ὡς ἔφην, τοῖς τῶν Αἰγυπτίων οἰκοῦσι χώραν, κατὰ κράτος καὶ αὐτὴν ἀνῃρηκότος τοῦ Ναβουχοδονόσορ. Πάνδεινον οὖν ἄρα τὸ προσκρούειν Θεῷ, κἂν εἰ ὀργὴν ἐπάγοι τισίν. Πᾶσα μὲν γὰρ εἰκαία σκέψις αὐτοῖς. Διασώσει δὲ τὸ σύμπαν, οὐδὲν τοὺς καθ' ὧν ἂν γένοιτο. «Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;» κατὰ τὸ γεγραμμένον. Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα. καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρῶν ταῦτα, καὶ ἕως εἰς τὸν αἰῶνα. Ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ· οἱ λέγοντες τοῖς προφήταις· Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι·

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
