# Commentarius in Isaiam prophetam 70.69

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.69

μὲν γὰρ οἱ λογάδες, καίτοι μεγάλην ἐπὶ σοφίᾳ τὴν ὀφρὺν ἀνασπῶντες, θεοποιοῦσι τὴν κτίσιν, καὶ τοῖς τοῦ κόσμου στοιχείοις τὸ σέβας ἀνάπτουσι. Χθαμαλὸν γὰρ ἔχουσι τὸν νοῦν, καὶ χαμαιριφῆ τὰ θεωρήματα, καὶ τὴν καρδίαν ἐσκοτισμένην· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, κατὰ τὸ γεγραμμένον. Ἡ δέ γε νοητὴ Σιὼν, τοῦτ' ἔστιν, ἡ Ἐκκλησία, πᾶσαν μὲν ὑπερίπταται κτίσιν ὁρατήν τε καὶ ἀόρατον, ἀφικνεῖται δὲ πρὸς αὐτὴν τὴν τῶν ὅλων ἐπέκεινα φύσιν. Φωτὸς γὰρ τοῦ θείου μεμέστωται, καὶ αὐτὴν ἐπιγινώσκουσα καὶ δημιουργὸν καὶ τεχνίτην τῶν ὅλων αὐτῇ τε καὶ μόνῃ τὸ κατὰ πάντων ἀπονέμει κράτος. Καὶ τῇ τοιᾷδε δόξῃ στεφανοῖ τὸν τῶν ὅλων παμβασιλέα καὶ Θεὸν καὶ Κύριον. Ὄρος τοιγαροῦν νοητὸν ὁ οἶκος τοῦ Θεοῦ δικαίως ἂν λέγοιτο. Καὶ ἔστι διαφανὴς, ὡς ἐπὶ βουνῶν ἠρμένος. Φαίη δ' ἄν τις ἐπ' αὐτοῦ καὶ μάλα εἰκότως τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς, ὡς ἐκ παραδείγματος ἐναργοῦς εἰρημένον· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.» Καὶ πλεῖστα μὲν ἄν τις συλλέξαιτο, καὶ μάλα ῥᾳδίως τὰ δι' ὧν ἔστιν ἰδεῖν παρὰ ταῖς θεοπνεύστοις Γραφαῖς, ὅτι καὶ βουνοῖς, καὶ ὄρεσι παρεικάζεται τῆς νοητῆς Ἱερουσαλὴμ τὸ ἀνάστημα, τοῦτ' ἔστι, τῆς Ἐκκλησίας τὸ ὕψος. Βαδιούμεθα δὲ πρὸς τὰ ἐφ' ἑξῆς, τοῖς φιλομαθέσιν ἀφέντες τὰ τοιάδε συλλέγειν, εἴπερ ἕλοιντο τοῦτο δρᾷν. Ἴδωμεν δὲ τί τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἐπὶ τῆς γῆς. Ἀπό γε τοῦ τὸν οἶκον τοῦ Θεοῦ περίοπτον οὕτω γενέσθαι τοῖς ἁπανταχοῦ, ὡς δοκεῖν ἤδη πως ὑψοῦσθαί τε ἐπὶ βουνοὺς, καὶ ἐπ' ἄκρων κεῖσθαι τῶν ὀρέων. Οὐκοῦν πληροφορήσει λέγων εὐθὺς ὁ προφήτης. «Καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Ὅτι μὲν οὖν συνηθροίσθη πάντα τὰ ἔθνη, καὶ συνδεδραμήκασι διὰ τῆς πίστεως εἰς τὴν Ἐκκλησίαν, οὐ μακρῶν ἡμῖν δεήσει πρὸς ἀπόδειξιν λόγων. Αὐτὴ δὲ τῶν πραγμάτων ἡ ἔκβασις αὐτόμαρτυς ἔσται καὶ ἀληθής. Πλὴν ἐκεῖνο καταθαυμάζειν ἄξιον. Κέκληται γὰρ τῶν ἐθνῶν ἡ πληθὺς, οὐ διὰ τῆς τοῦ νόμου παιδαγωγίας, οὐ διὰ προφητῶν ἁγίων· ἀγείρει δὲ μᾶλλον αὐτὰ θεία τις καὶ ἀπόῤῥητος χάρις νοητῶς ἐλλάμπουσα, καὶ τῆς διὰ Χριστοῦ σωτηρίας ἐντιθεῖσα τὴν ἔφεσιν. Θέα γὰρ ὅπως διακηρύξαντος αὐτοῖς οὐδενὸς ἀλλήλοις ἐπιφωνεῖ· «Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.» Πρῶτον ἀναβαίνουσιν, εἶθ' οὕτω ζητοῦσιν ἐπαγγέλλεσθαί τε τὸν τοῦ Θεοῦ λόγον αὐτοῖς. Ὑπισχνοῦνται δὲ καὶ βαδίζειν τὴν ὁδὸν τοῦ Κυρίου, δῆλον δὲ ὅτι τὴν εὐαγγελικὴν, προεισβολὴν ἔχουσαν τὴν διὰ πίστεως κάθαρσιν. Ἐοίκασι δὲ τὴν ὁδὸν Κυρίου ζητοῦντες μαθεῖν, τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου πλάνης προεισδέξασθαι τὴν κατάγνωσιν. Ἔσται γὰρ οὐχὶ ἑτέρως ἐν ἡμῖν τῶν βελτιόνων ἡ ἔφεσις, μὴ οὐχὶ δὴ πρῶτον προκατεγνωκότων τῶν

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
