# Commentarius in Isaiam prophetam 70.72.1

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.72.1

πάλαι. Τίς οὖν ἄρα γέγονεν αὐτοῖς ὁ μυσταγωγός; Τίς ὁ ἀναφέρων εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀναπείθων αὐτοὺς καταγέλαστα μὲν ἡγεῖσθαι τὰ πρῶτα, προστρέχειν δὲ τοῖς δευτέροις; ἢ δηλονότι Θεός; ὁ καὶ ἐλλάμψας αὐτοῖς, ὡς ἔφην, εἰς νοῦν καὶ καρδίαν, καὶ ἀναπείσας εἰπεῖν τε ἅμα καὶ φρονεῖν, ὅτι «Ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ.» Ὠδίνει δὲ τοῦτο διπλῆν ἐφ' ἑαυτῷ τὴν ἔννοιαν. Ἢ γὰρ ἐκεῖνό φασιν, ὅτι Ληψόμεθα λόγον ἐκ τοῦ οἴκου τοῦ Θεοῦ, καὶ τὸν τοῦ Θεοῦ λόγον ἐκεῖ γεγονότες εἰσόμεθα· ἢ ὅτι καταλέλοιπε τὴν Σιὼν, καὶ οἷον ἐκβέβηκεν ἀπ' αὐτῆς ὁ νόμος, καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ἀποπεφοίτηκεν ὁ τοῦ Θεοῦ Λόγος. Ἐπειδὴ γὰρ πεπαρῳνήκασιν εἰς Χριστὸν, ἠρνήσαντό τε τὴν βασιλείαν αὐτοῦ, καταλέλοιπεν αὐτοὺς, καὶ ἀφῆκεν ὀρφανούς. Καὶ τοῦτο ἦν τὸ διὰ τοῦ προφήτου λεγόμενον· «Καὶ εἶπα, οὐ μὴ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτω ἄνθρωπος ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.» Ἐξῆλθεν τοίνυν νόμος ἐκ τῆς Σιὼν, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ἐσφραγίσθη γὰρ ὅρασις καὶ προφητεία μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. Καὶ οὐκέτι παρ' αὐτοῖς ὁ τοῦ Θεοῦ νόμος τε καὶ λόγος. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος μονονουχὶ καὶ ἀπειρηκὼς, καὶ ἀνουθέτητον βλέπων τὴν τῶν Ἰουδαίων πληθὺν, «Ὑμῖν, «φησὶν,» ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ Κυρίου· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· οὕτω γὰρ ἐντέταλκεν ἡμῖν ὁ Κύριος.» Σύνες οὖν ὅπως ἐπὶ τῇ τοῦ Χριστοῦ χάριτι μεγαλαυχοῦνται τὰ ἔθνη. Ἀπὸ γὰρ τῆς Σιὼν καὶ τῆς Ἱερουσαλὴμ ἐκβεβηκέναι φασὶ νόμον τε καὶ λόγον τοῦ Κυρίου, μεταφοιτῆσαι δὲ πάντως εἰς αὐτά. Μεταβέβηκε γὰρ ἡ χάρις ἐκ τῶν ἀπειθεῖν ἑλομένων εἰς τοὺς διὰ τῆς πίστεως κεκλημένους. Καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς τὰ δρέπανα. Καὶ οὐ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Προειρηκὼς ὅτι πεσεῖταί τε καὶ Οἰχήσεται πρὸς τὸ μηδὲν τὸ τοῦ διαβόλου κράτος· ἀργήσει δὲ καὶ ἡ τῶν εἰδώλων ποίησις προτροπάδην ἀλλήλων ἐπιφωνούντων ἐθνῶν· «Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ·» καθίστησι τοῖς ἀκροωμένοις ἐναργῆ τὸν καιρὸν, καθ' ὃν εἰς πέρας ἥξει τὰ προειρημένα, καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων καταστάσεως ποιεῖται γνωριμώτατον. Πάλαι μὲν γὰρ, οὐκ οὔσης τῆς γῆς ὑπὸ ζυγὸν ἕνα, διωρισμένων δὲ κατά τε χώρας καὶ πόλεις τῶν ἐθνῶν, καὶ ἰδικῶς ἑκάστης ἐχούσης τὸν ἡγούμενον, ἀμιξία τε ἦν καὶ μάχαι καὶ πόλεμοι, πανταχῆ καταδῃούντων ἀλλήλων τῶν ἐπὶ τῆς γῆς, καὶ διαρπαζόντων ἀεὶ τὰ ἑτέρων, καὶ τὴν καθ' ὧν ἂν δύναιντο ἕκαστοι πλεονεξίαν καὶ ἀγριότητα, δόξαν ἡγούμενοι τὴν ἀνωτάτω. Οὐκοῦν οὐδὲ ἀσφαλῆ τὴν οἴκησιν εἶχον, ἀεὶ μεθιστάμενοι πρὸς ἑτέραν, καὶ ὑπὸ τῶν δυνατωτέρων τῆς εἰλημμένης ἐξωθούμενοι. Ἐπειδὴ δὲ ὁ τῶν ὅλων Θεὸς τοῖς Ῥωμαίων σκήπτροις ὑπήγαγε τὴν ὑπ' οὐρανὸν, μία τε λοιπὸν ἡ κατὰ πάντων, ἐκτέταται

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
