# Commentarius in Isaiam prophetam 70.749

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.749

συνήγαγεν αὐτὰς, καὶ προστέταχε μαθητεύειν πάντα τὰ ἔθνη· καὶ βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπιβαλεῖ δὲ αὐτοῖς καὶ κλήρους, καὶ διεμέρισεν ἡ χεὶρ αὐτοῦ βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον. Ἐκνενέμηνται γὰρ τοῖς ἁγίοις ἀποστόλοις οἷά τινες κλῆροι παρ' οἷς ἕκαστον διακηρύξαι ἐχρῆν. Καὶ γοῦν τέθειται μὲν ὁ θεσπέσιος Πέτρος εἰς τὴν περιτομήν. Κεχρημάτικε δὲ τὸ Πνεῦμα λέγον· «Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν, καὶ τὸν Σαῦλον, εἰς τὸ ἔργον ὃ προσκέκληται αὐτούς· καὶ γεγόνασιν ἀπόστολοι τῶν ἐθνῶν.» Διεμέρισε τοίνυν αὐτοῖς ἡ χεὶρ αὐτοῦ κλήρους, ὥστε βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον. Ἐπειδὴ γὰρ ἐλάφων ἐποιήσατο μνήμην, τέθεικεν ἀναγκαίως τὸ, βόσκεσθαι· μόνον γὰρ οὐχὶ κατεβοσκήσαντο τὰς χώρας, ἐντρυφῶντες τοῖς διὰ πίστεως καλουμένοις εἰς ἐπίγνωσιν ἀληθείας, καὶ κλῆρος οὗτος αὐτοῖς. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς δι' αὐτοῦ σεσωσμένοις προσεφώνει, λέγων· «Χαρὰ καὶ στέφανός μου.» Ὅτι δὲ ἀτελεύτητον αὐτοῖς φυλαχθήσεται παρὰ Θεῷ τὸ ἐπὶ τούτοις αὔχημα, διατρανοῖ λέγων τὸ, Ἀναπαύσονται ἐπ' αὐτῆς. Ἐπ' αὐτῆς δὲ τίνος; Ἦ δηλονότι τῆς ἐκνεμηθείσης αὐτοῖς κληρονομίας παρὰ Θεοῦ. Διαμνημονεῦσαι δὲ χρὴ καὶ τοῦ μακαρίου ψάλλοντος Δαβὶδ περὶ αὐτῶν, ὅτι «Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους καὶ ἀποκαλύψει δρυμούς.» Δρυμοὶ γὰρ ὥσπερ νοηταῖς ἐλάφοις ἀνεδείχθησαν παρὰ Θεοῦ, τῶν ἐθνῶν ἡ ἀριθμοῦ κρείττων πληθὺς, ἢν κατενεμήθησαν νοητῶς ταῖς τῶν πιστευόντων ἐνσπαταλῶντες ἐπιεικείαις. Εὐφράνθητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ ἡμῶν. Ἔρημον καὶ στείραν ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, ἥ ποτε μὲν ἐν τούτοις ἦν, οὔτε τὸν ἐξ οὐρανοῦ νοητὸν ἔχουσα νυμφίον, φημὶ δὴ Χριστὸν, ἀλλὰ καὶ ἐν ἐνδείᾳ τυγχάνουσα παντὸς ἀγαθοῦ, καὶ οἷον ἀκάνθης οὖσα τροφὸς δίψης τε καὶ ἄνυδρος. Ἐπειδὴ δὲ γέγονεν ἐν αὐτῇ Χριστός· (προσελήφθη γὰρ διὰ τῆς πίστεως καὶ τὸ θεῖον παρ' αὐτοῦ πεπλούτηκε νάμα· πηγὴ γάρ ἐστι ζωῆς, καὶ χειμάῤῥους τρυφῆς· καὶ αὐτὸς ἦν ὁ λέγων δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν·») στείρα μὲν οὐκέτι καὶ ἔρημος· πολύπαις δὲ μᾶλλον καὶ ὑπὸ νυμφίῳ, καὶ εὐανθὴς νοητῶς. Ἡ πάλαι τοίνυν διψῶσα κατευφραινέσθω, φησίν· ἐξανθείτω δὲ καὶ ὡς κρίνον ὁμοῦ καὶ τὸ ἀνθηρὸν, καὶ τὸ εὐῶδες ἔχουσα. Χριστοῦ γὰρ γέγονεν ὀσμὴ, καὶ πιστώσεται γράφων ὁ Παῦλος, ὅτι «Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ.» Τὰ δέ γε ἔρημα τοῦ Ἰορδάνου, τὴν περὶ αὐτὸν ἔρημόν φησιν. Οὐ γὰρ τοῖς ἀπειθήσασιν ἐξ Ἰσραὴλ, ἀλλ' ἡμῖν τοῖς ἐξ ἐθνῶν, ἢ καὶ τοῖς ἐξ αὐτῶν πιστεύσασι, τὸ τοῦ Ἰορδάνου δέδοται νάμα, καὶ παρ' ἡμῖν ἐστι· βαπτιζόμεθα γὰρ ἐν αὐτῷ, καὶ ἡμῶν, ὡς ἔφην, γέγονεν ἡ ἁγία πηγή. Ταύτῃ τοίνυν ἐν τῇ ἐρήμῳ, φησὶ, τῇ ποτὲ μὲν

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
