# Commentarius in Isaiam prophetam 70.792

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.792

στήσει τοὺς εὐφωνοτάτους. Ἕτεροι δὲ καὶ τοῖς ἀποῤῥητοτέροις ἔτι τὸν νοῦν ἐνιέντες λέγουσιν, ὅτιπερ ὑψηλὰ φρονήσας ὁ Ἐζεχίας ᾠήθη τάχα που καὶ ἀτελεύτητον ἔχειν τὴν βασιλείαν καὶ αὐτὴν ἀκατάληκτον ζωήν· διατεθεὶς ὅτι τὰ ἐπὶ Χριστῷ γεγραμμένα, ὡς ἐφ' υἱῷ τοῦ Δαβὶδ, εἰς ἑαυτὸν εἴρηταί τε καὶ βλέπει. Ὅθεν φασὶ, καίτοι τεσσαρεσκαιδέκατον ἔτος ἐν τῷ βασιλεύειν ἔχων, οὐχ ὁρᾶται πεφροντικὼς τοῦ χρῆναι παιδοποιεῖν· μεμαθηκὼς τοιγαροῦν τὸ τῆς ἑαυτοῦ ζωῆς πέρας, τῶν διαδεξομένων αὐτὸν ποιεῖται φροντίδα, καὶ ὅτι παιδία φησὶ, καὶ προστίθησιν ὅτι Ἀναγγελοῦσι τὴν τοῦ Κυρίου δικαιοσύνην, καὶ τῆς μὲν ἀληθείας διημάρτηκεν ὁ λόγος αὐτῷ. Γέγονε γὰρ ὁ Μανασσῆς δυσσεβής τε καὶ ἀλητήριος, πλὴν τό γε ἧκον εἰς τὴν τοῦ φύσαντος γνώμην, ἦν καὶ αὐτὸς εὐσεβὴς καὶ τῆς τοῦ Θεοῦ δόξης ἀπαγγελεύς. Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεχίαν· Λάβε παλάθην ἐκ σύκων, καὶ τρίψον, καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. Καὶ εἶπεν Ἐζεχίας· Τοῦτο δὴ τὸ σημεῖον, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ. Ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν γέγραπται, ὅτι πρόφασις τῆς ἀῤῥωστίας τῷ Ἐζεχίᾳ γέγονεν ἕλκος πονηρὸν καὶ δυσμεταχείριστον, ὡς καὶ αὐτὰς ἀπειπεῖν τὰς τῶν ἰατρῶν εὐτεχνίας. Ἐπειδὴ δὲ ἅπαξ κατένευσε Θεὸς τῷ δικαίῳ τὴν ζωὴν, καὶ τὸ ἀποτρίψασθαι τὴν νόσον προστέταχε, δι' ὧν ἦν εἰκὸς, μᾶλλον δὲ καὶ ἀναμφιβόλως ἔχον, ὅτι πρὸς ἐπίδοσιν ἀλγημάτων κατανεύσει τὸ τραῦμα, διὰ τούτων ἀπαλλάττεσθαι. Παραδοξοποιὸς γὰρ ἀεὶ τοῦ πάντα ἰσχύοντος ἡ χείρ· καὶ διὰ τῶν ἀδοκήτων ἔρχεται τῆς ἐπικουρίας ὁ τρόπος· δῆλον δὲ ὅτι τῆς παρ' αὐτοῦ. Τρίψον τοίνυν, φησὶν, ἐκ σύκων παλάθην, κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. Καὶ ἦν ἐντεῦθεν, ὡς ἔφην, ἀδικηθήσεσθαι προσδοκᾷν, ἤγουν ἀπόνασθαί τι τὸ τραῦμα. Ἐπειδὴ δὲ ὁ Θεὸς προστάττων ἦν, εἰς σημείου δύναμιν τὸ χρῆμα ποιεῖται πανσύνετος ὢν Ἐζεχίας, καί φησιν, ὅτι Εἰ καὶ διὰ σύκων παλάθης ὑγιασθήσομαι, σημεῖον ἔσται τοῦτό μοι βέβαιόν τε καὶ ἀληθὲς ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ, θύσων τε αὐτῷ δηλονότι, καὶ προσευξόμενος καταληγούσης τῆς ἀῤῥωστίας, καὶ παντὸς ἀλγήματος οἱονεὶ κατευνασθέντος ἐν ἐμοί. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλε Μεοδὰχ υἱὸς τοῦ Λαδὰμ ὁ βασιλεὺς τῆς Βαβυλωνίας, ἐπιστολὰς, καὶ πρέσβεις, καὶ δῶρα Ἐζεχίᾳ· ἤκουσε γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου, καὶ ἀνέστη. Καὶ ἐχάρη ἐπ' αὐτοῖς Ἐζεχίας χαρὰν μεγάλην· καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ Νεχοθᾶ, καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων, καὶ τοῦ μύρου, καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ καὶ οὐκ ἦν οὐδὲν, ὃ οὐκ ἔδειξεν Ἐζεχίας ἐν τῷ οἴκῳ αὐτοῦ. Τεθνεῶτος τοῦ Σεναχηρεὶμ ὑπὸ τῶν ἑαυτοῦ παίδων βεβασιλευκέναι φησὶ τὸ Γράμμα τὸ ἱερὸν Νε-

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
