# Commentarius in Isaiam prophetam 70.800

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.800

ρουσία, καὶ τὰ δι' αὐτοῦ θεσπίσματα λέγοντος ἐναργῶς· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ.» Ὦ τοίνυν, φησὶν, ἱερεῖς, ὧ λειτουργοὶ τῶν νέων, καὶ διὰ Χριστοῦ θεσπισμάτων, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλὴμ, τοῦτ' ἔστιν, εὐπαράδεκτον τοῖς ἀκροωμένοις τὸν τῆς παρακλήσεως ποιήσασθε λόγον. Φορτικὸς μὲν γὰρ ὁ νόμος ἦν ἅπασι, καὶ σκιὰς διδάσκων καὶ τύπους· οὐκ εἰς νοῦν καὶ καρδίαν τὴν περὶ τῶν ἀναγκαίων ἐνιεὶς παίδευσιν τοῖς ἀκροωμένοις, ἀλλ' οἷον ἐξωφανῆ τινα γνῶσιν τὴν ὡς ἐν γράμμασι μόνοις ἐνετίθει μόλις. Τὸ δέ γε σωτήριον, καὶ εὐαγγελικὸν λαλεῖται κήρυγμα, δεικνύοντος τοῦ ἁγίου Πνεύματος τῆς ἑκάστου διανοίας τὸ βάθος, καὶ πνευματικὰς θεωρίας εἰσπέμποντος, καὶ τοὺς τῶν ἁγίων ἐμπηγνύντος λόγους, καὶ τοῖς ἐσωτάτοις τῆς διανοίας μυχοῖς οἱονεί πως ἐγκατακαίοντος. Τοιοῦτός τις ἧν ὁ μακάριος Δαβὶδ ψάλλων τε καὶ λέγων· «Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.» Ἀλλὰ καὶ τοῖς ἁγίοις ἀποστόλοις προσπεφώνηκεν ὁ Σωτὴρ, ὅτι Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν λόγον, δῆλον δὲ ὅτι τὸν παρ' αὐτοῦ, καὶ σωτήριον. Ὅτι δὲ εἰς νοῦν καὶ καρδίαν λαλεῖται τὸ εὐαγγελικὸν κήρυγμα παρὰ τῶν ἁγίων μυσταγωγῶν, συνεργαζομένου πρὸς τοῦτο, μᾶλλον δὲ κατορθοῦντος τὸ πᾶν τοῦ ἁγίου Πνεύματος, ἐκ τῶν ἱερῶν Γραμμάτων ἕποιτο ἂν ἡ πίστις. Ἔφη γάρ που Θεὸς δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἢν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἀνέμειναν ἐν τῇ διαθήκῃ μου. Κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος, ὅτι αὔτη ἡ διαθήκη ἢν διαθήσομαι αὐτοῖς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Γράφει δέ τισι καὶ ὁ μακάριος Παῦλος· «Ἡ ἐπιστολὴ ὑμῶν ὑμεῖς ἐστε, γινωσκομένη τε καὶ ἐπιγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ' ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις.» Δοκεῖ δέ τισιν, ἀντὶ τῶν τοῦ θείου κηρύγματος ἱερουργῶν ἱερεῖς ἐν τούτοις ὠνομάσθαι τοὺς ἀγγέλους τοὺς ἁγίους· οἷς δὴ μάλιστα πρέποι ἂν καὶ τὸ ἐν καρδίαις δύνασθαι λαλεῖν. Παρακαλέσατε τοίνυν αὐτήν. Τί δὴ ἄρα λέγοντες; ὅτι κατέληξε τῆς ὀργῆς τῆς ἐπ' αὐτοῖς γενομένης ὁ τῶν ὅλων Θεός. «Ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς.» Ἀποχρώντως γὰρ, φησὶ, τεταπείνωται, καὶ λέλυται αὐτῆς ἡ ἁμαρτία. «Ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.» Ἆρ' οὐχὶ πέρα τοῦ δέοντος ἐκόλαζε Θεὸς, καὶ οὐκ ἰσοῤῥόπους τοῖς ἐγκλήμασιν ἐπετίθει τὰς δίκας, ἀλλ' ὑπὲρ ταύτας πολὺ, καὶ οἷον ἐν διπλῷ· εἶτα πῶς οὐκ ἀπίθανον τὸ χρῆμά ἐστι; Πῶς δὲ ἀληθεύσει, λέγων· Οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει; πῶς

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
