# Commentarius in Isaiam prophetam 70.845

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.845

Οὐκοῦν κἂν εὖ ποιήσατε καὶ κακώσατε. Εἰ δὲ τούτων δύνασθε δρᾷν οὐδὲν, λοιπὸν ὀψόμεθα, τοῦτ' ἔστιν, εὔκολον ἰδεῖν, πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν· ἐστὲ γὰρ ἐκ γῆς βδέλυγμα πεποιημένον. Ἢ γὰρ ἐκ ξύλου φέρε εἰπεῖν τὸ εἴδωλον γένοιτ' ἂν, ἢ λίθου λαμπροῦ καὶ ἐξειλεγμένου, ἤγουν ἐξ ἑτέρας ὕλης· ταῦτα δὲ πάντα ἐστὶν ἐκ γῆς. Δεῖ δὲ οἶμαι καταθαυμάσαι τοὺς τῶν εἰδώλων προσκυνητὰς, εἰ μηδὲ ἐκεῖνο ἐγνώκασι παρ' αὐτῶν, τὸ, ὅποι ποτὲ καταλήξει τὰ πράγματα αὐτοῖς. Οὐ γὰρ ἔγνωσαν, ἢ προειρήκασιν ὡς αὐτοῖς τεμένεσι κατεμπρησθήσονται, κείσονται δὲ καὶ εἰς γέλωτα κατὰ καιροὺς καὶ αὐτοῖς τοῖς πάλαι πεπλανημένοις. Ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βοῤῥᾶ, καὶ τὸν ἀφ' ἡλίου ἀνατολῶν· κεκλήσονται τῷ ὀνόματί μου. Ὁ μὲν γὰρ τῶν ἀκαθάρτων εἰδώλων ἐσμὸς, ἐπείπερ ἦσαν ἕτερον οὐδὲν, πλὴν ὅτι μόνον ξύλα τε καὶ λίθοι, πεπλανήκασι τοὺς ἠπατημένους. Ἀπήγγειλαν δὲ αὐτοῖς παντελῶς οὐδὲν ἢ τῶν πρώτων ἢ τῶν ἐσχάτων, οὔτε μὴν εὖ πεποιήκασί τινας, ἤγουν κακῶσαι δεδύνηνται. Ἐγὼ δὲ, φησὶν, ἐπείπερ ἀγαθός εἰμι Θεὸς, βεβούλημαι πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Σέσωκα τὴν ὑπ' οὐρανὸν, ἐν ἴσῳ τοῖς τεθνεῶσι κειμένους ἤγειρα πολλούς. Καὶ τίνες ἂν εἶεν οὗτοι διδάσκει λέγων· Τὸν ἀπὸ βοῤῥᾶ, καὶ τὸν ἀφ' ἡλίου ἀνατολῶν, τοῦτ' ἔστι, τὸν λαὸν τὸν ἐξ ἐθνῶν. Ὡς γάρ τοι πρὸς τὴν τῶν Ἰουδαίων χώραν νοτιωτάτην οὖσαν βορειοτέρα μᾶλλον ἡ τῶν ἐθνῶν, καὶ τὸν πρὸς ἀκτῖνα λαχοῦσα τόπον. Οὐκοῦν ὁ ἀπὸ βοῤῥᾶ, καὶ ἀφ' ἡλίου ἀνατολῶν, εἴη ἂν ὁ ἐξ ἐθνῶν λαὸς, οἳ κέκληνται τῷ ὀνόματι τοῦ Χριστοῦ. Χριστιανοὶ γὰρ ὠνομάσμεθα, καὶ ἐσμέν. Κατεκτήσατο γὰρ αἵματι τῷ ἰδίῳ ἡμᾶς, καὶ ἠγοράσμεθα τιμῆς, καὶ ἐσμὲν οὐχ ἑαυτῶν. Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Τοιγάρτοι φαμὲν ὡς πρός γε τὸν ἑαυτῶν Σωτῆρα καὶ Λυτρωτήν· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.» Κεκλήμεθα τοίνυν τῷ ὀνόματι αὐτοῦ, καὶ τοῦτο ἦν ἄρα τὸ εἰρημένον διὰ τῆς τοῦ προφήτου φωνῆς· Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. Δοκεῖ δὲ, φησὶ, τὸν ἀφ' ἡλίου ἀνατολῶν Χριστὸν εἶναι λέγειν, διά τοι τὸ γεγράφθαι περὶ αὐτοῦ· «Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ.» Καὶ πάλιν, ὡς τοῦ Θεοῦ καὶ Πατρὸς περὶ αὐτοῦ λέγοντος· «Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην;» «Γέγονε γὰρ ἡμῖν δικαιοσύνη Χριστὸς, ἁγιασμός τε καὶ ἀπολύτρωσις προσέτι.» Ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως, καὶ ὡς κεραμεὺς καταπατῶν πηλὸν, καταπατηθήσεσθε. Τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς, ἵνα γνῶμεν καὶ τὰ ἔμπροσθεν; Καὶ ἐροῦμεν, ὅτι ἀληθής ἐστιν. Οὐκ ἔστιν ὁ προλέγων, οὐδὲ ὁ ἀκούων τοὺς λόγους ὑμῶν. Ἔμελλε γὰρ Θεοῦ κατανεύοντος, ἡ τῶν εἰδώλων πληθὺς καταπίμπρασθαι, καὶ τοῖς τῶν πιστευσάντων

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
