# Commentarius in Isaiam prophetam 70.856.1

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.856.1

Θεοῦ Λόγος εἰς τόνδε τὸν κόσμον μετὰ σαρκὸς, καὶ τοῖς ἐκ γένους, τοῦτ' ἔστι, ἐξ αἵματος Ἰσραήλ· ἐξ αὐτῶν γὰρ πέφηνεν τὸ κατὰ σάρκα γεννηθεὶς ἐκ γυναικός· τὴν καινὴν δέδωκε διαθήκην, τὴν πάλαι προηγγελμένην διὰ φωνῆς προφητῶν. Γέγονε δὲ καὶ τοῖς ἔθνεσι φῶς. Θεοπρεπὲς δὲ καὶ τοῦτο. Τὸ γάρ τοι νομοθέτην, καὶ ἄπρακτον ἀποφῆναι τὴν τοῦ πανσόφου Μωσέως σκιὰν, προσεπιθεῖναι δὲ τοῖς ἀρχαίοις τὰ νέα θεοπρεπεστάτῃ ἐξουσίᾳ, τὸ δὲ δὴ καὶ φωτίζειν τοὺς ἐν σκότῳ δύνασθαι, καὶ τυφλῶν ἀνοίγειν ὀφθαλμούς· ἐνήστραψε γὰρ τοῖς ἔθνεσι τὸ θεῖόν τε καὶ οὐράνιον φῶς· πῶς οὐκ ἂν ἔχοι σαφῆ τὴν ἀπόδειξιν, τοῦ, καὶ ὅτι Θεὸς, καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστίν; Ὅτι δὲ καὶ τοῖς ἐν ᾅδου πνεύμασι πορευθεὶς ἐκήρυξε, καὶ τοῖς καθειργμένοις ἐν οἴκῳ φυλακῆς ἐπεφάνη Χριστὸς, καὶ πάντας ἀνῆκε δεσμῶν, καὶ ἀνάγκης, καὶ ποινῆς, καὶ δίκης, προαπέφηνεν εἰπὼν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἵκου φυλακῆς καθημένους ἐν σκότει. Ἐγὼ Κύριος ὁ Θεὸς, τοῦτό μού ἐστιν ὄνομα. Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. Τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἂ ἐγὼ ἀναγγελῶ. Καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν. Κυρίως γὰρ καὶ ἀληθῶς καὶ μόνος Θεὸς ἂν εἴη, καὶ λέγοιτο πρὸς ἡμῶν ὁ τῶν ὅλων Δημιουργός. Καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος· «Κἂν εἰ πολλοί τινες εἶεν θεοὶ καὶ κύριοι ἔν τε οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· ἀλλ' ἡμῖν εἷς Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς ἐξ αὐτοῦ· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ.» Ἐπειδὴ δὲ μεγάλων ἡμῖν καὶ τεθαυμασμένων πραγμάτων ἀποτελεστὴν ἑαυτὸν εἰσκεκόμικεν, οὐ τοῖς ἀψύχοις εἰδώλοις, οὔτε μὴν ἑτέρῳ τινὶ τῶν κτισμάτων τὴν ἑαυτοῦ δόξαν χαριεῖσθαί φησιν, ἤτοι τὰς θεοπρεπεῖς ἀρετὰς, ἀλλ' ἑαυτῷ τηρῆσαι μόνῳ. Καὶ γὰρ ἦν ἀκόλουθον τὴν τῆς θεότητος δόξαν, οὐδενὶ τῶν ἄλλων καὶ παρ' αὐτῶν οὐσιωδῶς ἑτέρῳ ἐμπρέπειν, ἀλλ' αὐτῇ καὶ μόνῃ τῇ ἀῤῥήτῳ καὶ ὑπὲρ πάντα φύσει. Οὐδενὶ δὲ λέγων τὴν ἑαυτοῦ χαριεῖσθαι δόξαν, δέδωκεν αὐτὴν τῷ Υἱῷ· δεδόξασται γὰρ, καθάπερ ἀμέλει καὶ ὁ Πατὴρ προσκυνούμενος ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς. Πῶς οὖν ἄρα δέδωκεν ὡς οὐκ ὄντι παρ' αὐτῶν ἑτέρῳ, κατά γε τὸν τῆς ὁμοουσιότητος λόγον, κἂν εἰς ὑπόστασιν ἰδικὴν ἑκάτερος ἀπετέμνετο; Μία γὰρ ἡ τῆς ἀνωτάτω θεότητος φύσις ἐν τρισὶν ὑποστάσεσιν ἰδικαῖς, νοουμένη τε καὶ προσκυνουμένη παρὰ τῶν ὀρθὰ φρονεῖν εἰωθότων. Λέγων· Τὰ δὲ ἀπ' ἀρχῆς, ἰδοὺ ἥκασι. Καὶ καινὰ, ἃ ἐγὼ ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι, ἐδηλώθη ἡμῖν· οὐκ ἐφίησι πρὸς ἡμῶν τὸν τοῦ Σωτῆρος κατά τι γοῦν ὅλως ἀπιστεῖσθαι λόγον. Ὥσπερ γὰρ, φησὶν, εἰς πέρας ἤχθη τὰ ἀπ' ἀρχῆς εἰρημένα περὶ τῆς ἐπιδημίας αὐτοῦ, οὕτως ἐκβήσεται πρὸς τὴν ἀλήθειαν· καὶ ἅπερ ἂν εἴπῃ καινὰ, πρὶν ἐμφανῆ γενέσθαι δηλωθῇ. Ποῖα δὲ ταῦτά ἐστιν; Ἐπηγγείλατο γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν εἰς αἰῶνα τὸν μέλλοντα ζωήν, δηλονότι τὴν ἐν ἀφθαρσίᾳ, καὶ ἁγιασμῷ, καὶ δικαιο-

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
