# Commentarius in Isaiam prophetam 70.869

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.869

τε καὶ νοητὸν καὶ οὐράνιον φῶς. τοὺς νῦν μεμολυσμένους, καὶ βδελυρὸν, καὶ ἀπερικάθαρτον ἔχοντας νοῦν, πρὸς διάθεσιν μεταβαλῶ τὴν ἀσυγκρίτως ἀμείνω, ὥστε τῶν μὲν ἀρχαίων ῥύπων ἀποφοιτᾷν, ἀνθελέσθαι δὲ μᾶλλον τὸ ἀγαθουργεῖν. Τὸ δέ γε Ξηρανῶ ἅμα, σημαίνει τι πάλιν τοιοῦτον, ὃ δὴ σαφηνιεῖ τῶν ἐφεξῆς κειμένων ἡ δύναμις. Θήσω γὰρ, φησὶ, ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ. Τίνες ἂν εἶεν οἱ εἰς νήσους τιθέμενοι ποταμοὶ, καὶ τὰ ξηραινόμενα τῶν ἑλῶν; Φαμὲν οὖν ὅτι οἱ παρ' Ἕλλησιν ποιηταὶ καὶ λογάδες, οἳ γεγόνασι μὲν τῆς πολυθέου πλάνης κήρυκες. Τεθεοποιήκασι γὰρ τὴν κτίσιν, καὶ ἀναριθμήτους θεοὺς εἰσεκόμισαν τῷ βίῳ. Ἦσαν δὲ ὥσπερ τινὲς ποταμοὶ, ποτίζοντες μὲν ἀνατροπῇ θολερᾷ, καθὰ γέγραπται, τοὺς ἠπατημένους, καὶ λόγων ἐξησκημένων νάμασι τὸν τῶν θαυμαζόντων αὐτοὺς ἐπικλύζοντες νοῦν, συνέχοντές τε διὰ τούτου πρὸς πλάνησιν, καὶ οἷά τινα τροφὴν παρατιθέντες αὐτοῖς τῆς ἑαυτῶν καλλιεπείας τὸ γλυκὺ καὶ ἐπίχαρι. Οὐκοῦν παρεικάζοιντο ἂν εἰκότως ποταμοῖς τε καὶ ἕλεσι, τοῦτ' ἔστι, δρυμοῖς, ἤγουν ἄλσεσι πλείστην τε ὄσην καὶ εὐανθῆ λαχοῦσι τὴν πόαν. Τοὺς τοιούτους οὖν ποταμοὺς εἰς νήσους μεταβάλλειν ἐπαγγέλλεται ὁ Θεὸς, τοῦτ' ἔστι, ξηροὺς καὶ ἀνύδρους ἀποφῆναι, ἕλη δὲ ὥσπερ ἐργάσασθαι ξηρὰ, ὃ δὴ καὶ γέγονεν. Ἀπρακτεῖ γὰρ λοιπὸν τῆς ἐκείνων εὐστομίας τὸ καλλιεπές. Καὶ πρόσκειται μὲν αὐτοῖς παντελῶς οὐδεὶς, διαλακτήσαντες δὲ ὥσπερ τὰ σαθρὰ καὶ βέβηλα, καὶ γραοπρεπῆ τῶν πλανώντων μυθάρια, τὴν ἐν Χριστῷ σοφίαν ἁρπάζουσιν οἵ ποτε πλανώμενοι. Γράφει γοῦν ὁ Παῦλος· «Ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου;» Οὐκοῦν ποταμοὺς εἶναί φαμεν τοὺς εἰς νήσους τεθειμένους, τοὺς εἰς ἀπάτην Ἑλληνικὴν συνέχοντας λόγους τῶν παρ' Ἕλλησι σοφῶν. Ἤγουν καὶ ἑτέρας νήσους εἶναι δεδώκαμεν ἐν τοῖς προλαβοῦσι τὰς Ἐκκλησίας Χριστοῦ, δεχομένας τοὺς ναυτιλλομένους, νοητῶς δηλονότι καὶ πνευματικῶς, καὶ ὁρμητηρίοις ὥσπερ τισὶν ἐμβάλλοντας ἀσφαλέσι τοῖς ἐν αὐταῖς διδασκάλοις, διαφεύγοντάς τε τὸ πνεῦμα τὸ πονηρὸν τὸ καταχειμάζον ἀεὶ τοὺς καταβαίνοντας εἰς τὴν θάλασσαν ἐν πλοίοις, καὶ ποιοῦντας ἐργασίαν ἐν ὕδασι πολλοῖς. Θαλάσσῃ δὲ παρεικαστέον, ὡς ἔφην, τοῦ καθ' ὑμᾶς βίου τὸν κλύδωνα, καὶ τῶν ἐπιγείων πραγμάτων τὴν τύρβην. Ξηραίνονται δὲ καὶ τὰ ἕλη, τοῦτ' ἔστιν, αἱ νομαὶ τῶν πραγμάτων τῶν ὑπὸ χεῖρα ποτὲ τὴν σατανικήν· ἵνα λοιπὸν ὑπ' αὐτῷ γένοιντο τῷ πάντων ἀρχιποιμένι, φημὶ δὴ Χριστῷ. Ὃς οὐ κατ' ἐκείνους τοὺς ψευδοποιμένας εἰς ἀκάνθας καὶ τριβόλους ἀποκομίζει τὰ ἴδια θρέμματα, ποιμαίνει δὲ μᾶλλον ἐν κρίνοις· ὡς εὐοσμώτατα γὰρ νοητῶς τὰ θεῖά τε καὶ ἱερὰ, καὶ ἴδια αὐτοῦ θεσπίσματα. Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς. Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν. Ταῦτα τὰ ῥήματα ποιήσω, καὶ οὐκ ἐγκαταλείψω αὐτοὺς, λέγει Κύριος ὁ Θεός. Ἐλθόντος γὰρ τοῦ Κυρίου τῶν δυνάμεων, ἵνα συντρίψῃ πόλεμον, καὶ καθῃρημένων τῶν ἐχθρῶν,

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
