# Commentarius in Isaiam prophetam 70.872

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.872

τεθειμένων δὲ καὶ εἰς νήσους τῶν ποταμῶν, καὶ ἀφαυανθέντων τῶν ἑλῶν, κατά γε τοὺς ἀρτίως ἡμῖν γενομένους τῆς θεωρίας λόγους, λελύτρωνται πάντως οἱ ἐν δορυκτήτων τάξει γεγονότες, καὶ ταῖς τοῦ διαβόλου δυστροπίαις ὑπενηνεγμένοι, τυφλοὶ δὲ ὄντες· ἐτύφλωσε γὰρ τὰς καρδίας αὐτῶν ὁ ἀποστάτης· ἄγονται λοιπὸν ὑπὸ Χριστοῦ, δηλονότι εἰς ὁδοὺς, ἃς οὐ πρότερον ᾔδεισαν. Αὗται δέ εἰσι τὰ εὐαγγελικὰ πάντως θεσπίσματα καὶ ὁ κατὰ σύνεσίν τε καὶ ἀρετὴν βίος, καὶ τῆς ἁγιοπρεποῦς εὐζωΐας τὸ κάλλος. Προσπεφώνηκε γοῦν καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν· «Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.» Γέγονε τοίνυν αὐτοῖς τὸ σκότος εἰς φῶς· ἀντὶ τοῦ, μετακεχώρηκεν εἰς πᾶν τοὐναντίον τὰ πράγματα. Οἱ γὰρ ἀμαθεῖς γεγόνασι σοφοὶ, οἵ ποτε πλανώμενοι τὰς εὐθείας πάσης δικαιοσύνης ἐγνώκασιν ὁδοὺς, οἱ τῶν ἀγαθῶν εἰδότες οὐδὲν ἀρετῆς ἁπάσης ἀνεδείχθησαν ἐπιστήμονες, καὶ τῶν εἰς εὐσέβειαν σπουδασμάτων ἐπιμεληταί. Γέγονεν αὐτοῖς τὰ σκολιὰ εἰς εὐθεῖαν, τοῦτ' ἔστι, τὰ δυσχερῆ καὶ δυσήνυτα βάσιμα, καὶ ἱππήλατα, ὕπτιά τε καὶ ἐψιλωμένα. Τοιοῦτόν τι καὶ ἐν τοῖς Ἰωάννου τοῦ Βαπτιστοῦ κηρύγμασιν ὑπεμφαίνεται. Πᾶσα γὰρ φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος, καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας. Βουνοὶ μὲν γὰρ καὶ κοιλότητες τὸ ἀνωμάλως ἔχειν τὴν ὁδὸν ἀποφαίνουσιν. Ὄχθου δὲ οὐκ ὄντος, οὔτε μὴν κοιλότητος εὐθεῖά που πάντως, καὶ εὐήλατός ἐστιν ἡ ὁδὸς, καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένη. Τοῦτο καὶ ἑτέρωθί πού φησιν αὐτὸς ὁ μακάριος προφήτης Ἡσαΐας· «Ὁδὸς γὰρ, φησὶ, εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.» Καὶ γάρ ἐστιν ἀληθῶς τῆς εὐαγγελικῆς πολιτείας ἡ ὁδὸς οὐ τραχεῖα καὶ δύσβατος, ὁμαλὴ δὲ μᾶλλον, καὶ οἷον ὑπτία τοῖς τὸν ἐξαίρετον ἀγαπῶσι βίον. Ἐπαγγέλλεται δὴ οὖν ταῦτα τὰ ῥήματα, ἤτοι τὰς ἐπαγγελίας εἰς πέρας ἄγειν Θεὸς, καὶ μὴ ἐγκαταλιπεῖν αὐτοὺς, τοῦτ' ἔστι, συνεῖναι διὰ παντὸς, κατά γε τὸ, «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας αἰῶνος.» Αὐτοὶ δὲ ἀποστραφήσονται εἰς τὰ ὀπίσω. Αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς, ὑμεῖς ἐστε θεοὶ ἡμῶν. Ἐπὶ καιροῦ δὴ λίαν μεθίστησι τοὺς λόγους ἐπὶ τὸ τῶν Ἰουδαίων ἔθνος, οἳ νόμον ἔχοντες τὸν διὰ Μωσέως χειραγωγοῦντα πρὸς θεογνωσίαν καὶ πρός γε τὸ δεῖν ἀποπεραίνειν βούλεσθαί τε τὰ ἐφ' οἷς ἦν εἰ κὸς εὐδοκιμῆσαι αὐτοὺς, κεχωρήκασι πρὸς ἀπόστασιν, καὶ τοῖς τῆς πολυθεΐας ἐμβεβηκότες τέλμασιν εἰς τὸ τῆς ἀπωλείας κατῴχοντο βάραθρον· προσκεκρούκασί τε διὰ τοῦτο, καὶ σφόδρα εἰκότως τῷ πᾶσαν αὐτοῖς καὶ φειδὼ καὶ ἀγάπην νείμαντι Θεῷ. Προκηρύξας δὴ οὖν ὁ λόγος, ὅτι κεκλήσονται τὰ ἔθνη κατὰ καιροὺς, καὶ πατήσουσι μὲν ὁδοὺς ἃς οὐκ ᾔδεισαν. ἔσται δὲ τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν, τὰς τῶν ἐξ αἵματος Ἰσραὴλ ἀμαθίας ἐκκαλύπτει, λέγων· Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω. Ἐμφαντικῶς ἐκληπτέον τὸ, αὐτοί· τοῦτ' ἔστιν, οἱ

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
