# Commentarius in Isaiam prophetam 70.885

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.885

ὡς ἀνάλωτον γενέσθαι παντὶ πειρασμῷ. Ποταμοὶ γὰρ, καὶ ὕδωρ, καὶ φλόγες τὰς πολυειδεῖς τῶν πειρασμῶν ἐφόδους κατασημαίνουσι. Γέγραπται δὲ, ὅτι «Πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται.» Καὶ αὐτός γε Χριστὸς ἔφη που τοῖς εἰς αὐτὸν πιστεύσασι· Θλίψιν ἔχετε ἐν τῷ κόσμῳ. Ἀλλ' ἐὰν διαβαίνῃς δι' ὕδατος, φησὶ, μετὰ σοῦ εἰμι. Χριστοῦ γὰρ συνόντος ἀδικήσειεν ἂν οὐδὲν τοὺς ὄντας αὐτοῦ. Ἀλλ' ἰσχύος εἰς τοῦτο δραμοῦνται πνευματικῆς, ὥστε οὐδένα τοῦ καταχειμάζειν ἰσχύοντος ποιεῖσθαι λόγον. Ἀλλὰ κἂν ἐπέλθῃ ποτὲ διωγμὸς ποταμίου ῥεύματος δίκην, κἂν πυρὸς ἀκμὴν ἔχοι, καὶ φλογὸς, καὶ οὕτω νικᾷν, πλὴν εἰδότος ὅτι Θεὸς ὁ σώζων ἐστίν. Ἔστι γὰρ ἔθος τῇ θείᾳ Γραφῇ καὶ ποταμοῖς, καὶ ὕδασι τὰς τῶν πειρασμῶν ἐφόδους ἐφομοιοῦν. Διαδείξει λέγων καὶ αὐτὸς ὁ Σωτὴρ ὡς ἐν εἴδει παραβολῆς, ἤγουν παραδείγματος· «Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε. Τεθεμελιῶτο γὰρ ἐπὶ τὴν πέτραν, ἡ δὲ πέτρα ἐστὶ Χριστός.» Ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν, καὶ Συήνην ὑπὲρ σὲ, ἀφ' οὗ σὺ ἔντιμος ἐγένου ἐναντίον μου. Ἐδοξάσθης, κἀγώ σε ἠγάπησα, καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ, καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου. Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι. Δυσέφικτος μὲν κομιδῇ τῶν προκειμένων ὁ νοῦς, ποιήσομαι δὲ τὴν ἀφήγησιν ὡς ἔνι Θεοῦ κατευθύνοντος, δίδωσι γὰρ αὐτὸς σοφίαν καὶ γνῶσιν. Οὐκοῦν πρὶν ἐπιλάμψαι τῷ κόσμῳ Χριστὸν, ὅς ἐστι φῶς τὸ ἀληθινὸν, ἐπεπλάνητο μὲν ἡ σύμπασα γῆ, βαθεῖ δὲ καὶ σφοδροτάτῳ τῆς ἀμαθίας κατεμελαίνετο σκότῳ, καὶ πλεῖσται μὲν ἤσαν πανταχοῦ λατρεῖαι, κατά τε χώρας καὶ ἔθνη. Δεισιδαιμονέστεροι δὲ τῶν ἄλλων γεγόνασι Χαλδαῖοι, καὶ Φοίνικες, καὶ ὅσοι τὴν Αἰγυπτίων ἔχουσι γῆν, μέχρι Συήνης τε καὶ Αἰθιοπίας. Ὅμορον γὰρ τῇ τῶν Αἰγυπτίων οἰκοῦσι χώραν. Ἀπόλεκτος δὲ Θεοῦ κλῆρος μόνος ἦν ὁ Ἰσραὴλ καὶ μερὶς Κυρίου, κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, καὶ γεγόνασι κυριοκτόνοι, κλῆρος μὲν οὐκ ἔτι Θεοῦ μεμενήκασί ποθεν· ἐξώλισθον δὲ τῆς πρὸς αὐτὸν οἰκειότητος, καὶ προσελήφθη τὰ ἔθνη, καὶ γεγόνασιν ἀντάλλαγμα τοῦ Ἰσραήλ· καὶ οἱ πάλαι τῶν ἄλλων ἀπάντων δεισιδαιμονέστεροι, καὶ δυσαπόνιπτον ἔχοντες ἐν τούτῳ τὸν ῥύπον. Ἔφην τε ὅτι δεινοὶ, καὶ πικροὶ γεγόνασιν οἱ Αἰγύπτιοι, μάλιστα περὶ τὰς τῶν εἰδώλων εὑρέσεις, καὶ βαθεῖς εἰς ψευδολατρείαν, καὶ μέγα φρονοῦντες ἐπὶ τῷ σοφίζεσθαι περιττὰ περὶ τὰς τῶν εἰδώλων θεραπείας τε ὁμοῦ, καὶ κλήσεις. Σοῦ τοίνυν τοῦ ἠγαπημένου, φησὶ, τοῦ ἐκνεμηθέντος εἰς κλῆρον ἐμοὶ ἐποίησα ἄλλαγμα Αἴγυπτον, καὶ Αἰθιοπίαν, τοῦτ' ἔστι, πάλιν τὴν Αἴγυπτον· Αἰθίοπας

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
