Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.941.1
Not analysed yet
δικαίωσις ἐν πίστει, καὶ ἁγίου Πνεύματος μέθεξις, καὶ υἱοθεσίας λαμπρότης, καὶ οὐρανῶν βασιλεία, καὶ τῶν ὑπὲρ νοῦν ἀγαθῶν ἐλπὶς οὐ κατεψευσμένη, ἐκεῖ που πάντως ἐστὶν εὐφροσύνη καὶ χαρά. Βουνοὺς δὲ καὶ ξύλα τὰ ἐν αὐτοῖς φαμεν εἶναι πάλιν τοὺς τῶν ὀρῶν ἡττωμένους, καὶ βραχύ πως ὑποκαθημένους, κατά γε τὸ τῆς ἐνούσης αὐτοῖς εὐζωΐας μέτρον, ὑπερανεστηκότων δηλονότι τῶν ἁγίων ἀποστόλων, καὶ εὐαγγελιστῶν. Οὐκοῦν βουνοὶ μὲν ἂν εἶεν οἱ βραχύ πως τῆς ἐκείνων εὐκλείας ὑφιζηκότες, καὶ τοῦ μεγέθους τῆς ἀρετῆς ἡττώμενοι, πλὴν ἀνέχοντες καὶ αὐτοὶ, καὶ ἐπιγείων ὄντες ἐπέκεινα πραγμάτων, καὶ φρονοῦντες τὰ ἄνω, καὶ τὸ ὑψοῦ νοεῖσθαι κατ' ἀρετὴν κεκληρωμένοι. Ξύλα δὲ τὰ ἐν αὐτοῖς, τὰ ὑπ' αὐτῶν τεθραμμένα, νοηθεῖεν ἂν οἱ δι' αὐτῶν πιστεύσαντες, καὶ οἷον εἰς ἄνδρα τέλειον ἀναβεβηκότες, καὶ εἰς μέτρον ἡλικίας διελάσαντες τοῦ πληρώματος τοῦ Χριστοῦ. Εἶεν δ' ἂν οὗτοι καὶ διδάσκαλοι λαῶν, καὶ ποιμνίων καθηγηταὶ, ταῖς παρὰ σφῶν αὐτῶν νοηταῖς εὐκαρπίαις τοὺς προσιόντας αὐτοῖς ἀνακτώμενοι. Οὐκοῦν τὴν ἐν Χριστῷ νοουμένην εὐφροσύνην συγκεκράγασι τοῖς θεμελίοις τῆς γῆς, βουνοὶ καὶ ξύλα τὰ ἐν αὐτοῖς, χαίρουσι δὲ ὅτι ἐλυτρώσατο ὁ Θεὸς τὸν Ἰακὼβ, καὶ Ἰσραὴλ δοξασθήσεται. Οὐ γὰρ ἐλυτρώθη μόνον τοὺς τῆς ἁμαρτίας ἀποτριψάμενος μολυσμοὺς, καὶ πυρὸς καὶ δίκης ἐξῃρημένος, ἀλλὰ γὰρ καὶ ἐδοξάσθη Θεοῦ γεγονὼς οἰκεῖος, καὶ υἱὸς αὐτοῦ χρηματίσας, καὶ ἀδελφότητα λαχὼν τὴν πρός γε τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν, τοῦτ' ἔστι, Χριστόν. Οὕτω λέγει Κύριος ὁ λυτρούμενός σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας· Ἐγὼ Κύριος ὁ συντελῶν πάντα. Ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν. Τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω, καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων. Οἰκονομικώτατα λίαν ὁ τῶν ὅλων Θεὸς κἀν τούτοις ἡμῖν διαλέγεται, καὶ πειρᾶται πληροφορεῖν τοὺς οἵ γε πεπαρῳνήκασιν εἰς τὴν δόξαν αὐτοῦ, μεθιστάντες αὐτὴν εἰς ἑτέρους, δῆλον δὲ ὅτι τοὺς οὐκ ὄντας θεοὺς, ὡς ἔστιν αὐτὸς γενεσιουργὸς τῶν ὅλων, καὶ ταμίας, κτίστης τε καὶ ποιητὴς καὶ αὐτῶν τῶν παιδευομένων. Ἐπειδὴ δὲ περὶ πραγμάτων πλείστων τε ὅσων καὶ θαυμαστῶν ἐποιεῖτο τὰς ὑποσχέσεις, ἃς δὴ καὶ ἦν εἰκὸς ἀπιστεῖσθαι πρός τινων, χρησίμως, ὡς ἔφην, τὴν ἰδίαν αὐτοῖς προαναφαίνει δύναμιν καὶ ὑπεροχὴν, ὡς ἂν εἰδεῖεν, ὅτι πάντη τε καὶ πάντως, ὅπερ ἂν ἕλοιτο κατορθοῦν, τοῦτο δραμεῖται πρὸς πέρας. Πρὸς τί γὰρ ἀνικάνως ἔχοι, ἢ πῶς οὐκ ἂν δύναιτο λυτροῦσθαί τινας ὁ ἐκ κοιλίας πλάσας, τοῦτ' ἔστιν, ὁ καὶ εἰς αὐτὸ τὸ εἶναι καλέσας, καὶ εἰς ὕπαρξιν ἐνεγκὼν τοὺς οὐκ ὅντας ποτὲ, ὁ συντελῶν τὰ πάντα, τοῦτ' ἔστιν, ὁ ταμίας τῶν ὅλων, ἕκαστά τε διοικῶν τε καὶ διιθύνων κατὰ τὸ αὐτῷ δοκοῦν; Τοῦτο δὲ πάντως εὖ ἔχει. Οὐ γὰρ ἂν ἁμάρτῃ Θεὸς τοῦ τῇ ἰδίᾳ δόξῃ πρεπωδεστάτου. Ἢ πῶς οὐκ ἂν εἴη πανσθενὴς, καὶ παντὸς ἐπέκεινα, καὶ νοῦ, καὶ λόγου, ὁ τὸν παμμεγέθη τοῦτον τανύσας οὐρανὸν, καὶ στερεώσας τὴν γῆν; ὡς καὶ ὁ Ψάλλων