# Commentarius in Isaiam prophetam 70.944

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.944

φησίν· «Ἐθεμελίωσε τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς.» Ὁ δὲ εἰς τοῦτο δυνάμεως ἀναβεβηκὼς, μᾶλλον δὲ ἡ πᾶσα δύναμις, πάντως που καὶ οἴσει πρὸς πέρας ἅπερ ἂν ἐθέλοιτο δρᾷν, ἀπείργοντος οὐδενός. Μόνος δέ φησιν ἐκτεῖναι τὸν οὐρανὸν, οὐκ ἔξω τιθεὶς τὸν ἐκ τῆς οὐσίας αὐτοῦ Θεὸν Λόγον μονογενῆ, τὸν δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα· ἀλλ' ὅτι τῶν ψευδωνύμων θεῶν παντελῶς οὐδεὶς συνειργάσατό τι τῷ ἐπὶ πάντας Θεῷ. Οἱ γὰρ οὐκ ὄντες ὅλως, πῶς ἂν εἰσδεχθεῖεν ὡς ἐργάται, ἢ μᾶλλον εἰπεῖν ὡς συνεργάται δημιουργοῦντος Θεοῦ; Οὐκοῦν οὐ πρός γε τὸν φύσει καὶ ἐξ αὐτοῦ γεννηθέντα Υἱόν φαμεν ἐν τούτοις γενέσθαι τὴν ἀντιδιαστολὴν, ἀλλ' ὅτι μὴ ἑτέρου μᾶλλον Θεοῦ γέγονεν ἐναποτέλεσμα τὸ τανυσθῆναι τὸν οὐρανὸν, ἤγουν ἀκραδάντους ἕδρας ἐσχηκέναι τὴν γῆν. Καταδείξας τοίνυν ἑαυτοῦ διὰ τούτων τὴν δόξαν, καὶ τὴν ἀπαράβλητον ὑπεροχὴν, καὶ τὸ τῆς δυνάμεως μέγεθος, τίνων ἔσται κατὰ καιροὺς ἀποτελεστὴς, ἐν τοῖς ἐφεξῆς διαδείκνυσί τε καὶ ἀφηγεῖται σαφῶς. Τίς γὰρ ἕτερος, φησὶ, διασκεδάσει σημεῖα ἐγγαστριμύθων, καὶ μαντείας ἀπὸ καρδίας; Οὔπω γὰρ ἡμῖν ἐπιλάμψαντος ἐξ οὐρανῶν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τῆς τοῦ διαβόλου τυραννίδος ἡ πλεονεξία κατὰ πάντων ἐξετείνετο, καὶ βαθὺς ἅπαντας τοὺς ἐπὶ τῆς γῆς κατεβόσκετο σκότος. Ἦσαν γὰρ, ἦσαν κατά τε χώραν καὶ πόλιν, βωμοὶ καὶ τεμένη, καὶ ἀγαλμάτων ἐσμὸς, καὶ ψευδωνύμων θεῶν οὐκ ἀριθμουμένη πληθὺς, γοητεῖαί τε καὶ ψευδομαντεῖαι πανταχοῦ, καὶ δαιμονίων φενακισμοὶ, πλαττομένων μὲν εἰδέναι τε καὶ προαγγέλλειν δύνασθαι τὰ ἐσόμενα, λεγόντων γε μὴν ἢ εἰδότων παντελῶς οὐδέν. Ἐπειδὴ δὲ τὸ φῶς τὸ ἀληθινὸν, τοῦτ' ἔστιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ὅλην περιήστραψε τὴν ὑπ' οὐρανὸν, ἀπελήλαται μὲν ἡ τῆς ἁμαρτίας ἀχλὺς, καὶ ὁ βαθὺς ἐκεῖνος πέπαυται σκότος, κέκληνται δὲ πρὸς ἐπίγνωσιν ἀληθείας οἱ πεπλανημένοι· τότε δὴ τότε διεσκεδάσθησαν τὰ σημεῖα τῶν ἐγγαστριμύθων. Ἐγγαστριμύθους δέ φησι τοὺς ψευδομάντεις, ἤτοι πυθωνικοὺς, τοὺς ἀπό γε τῆς σφῶν αὐτῶν καρδίας ἀνερευγομένους τὸ δοκοῦν, καὶ τῶν ἀληθῶν εἰδότας οὐδέν. Περὶ τῶν τοιούτων καὶ ὁ προφήτης Ἰεζεχιήλ φησιν· «Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν, καὶ τὸ καθ' ὅλου μὴ βλέπουσι.» Διεσκεδάσθη τοιγαροῦν τῶν τοιούτων τὰ ἐκ τῆς ψευδομαντείας διδόμενά τισι σημεῖα, ἤτοι προαναῤῥήσεις. Ἤργησαν γὰρ τὰ Ἑλληνικὰ χρηστήρια πανταχοῦ, καὶ σεσιγήκασιν οἱ ψευδοεπεῖν εἰωθότες τῶν παρ' Ἕλλησι θεῶν· ἀπεστράφησαν δὲ καὶ φρόνιμοι εἰς τὰ ὀπίσω, καὶ ἐμωράνθησαν αἱ βουλαὶ αὐτῶν. Ἔοικε δὲ φρονίμους ἐν τούτοις, ἢ τοὺς παρ' Ἕλλησι μάγους ἀποκαλεῖν· ὠνομάζοντο γὰρ παρ' ἐκείνοις σοφοί· ἢ τάχα που καὶ τοὺς ἐν δόξῃ σοφῶν παρ' αὐτοῖς γεγονότας, καὶ πικροὺς εἰς σύνεσιν, καὶ λόγων ἔχοντας δείνωσιν, καὶ ἀρίστους εἰς εὐγλωττίαν, καὶ οὐκ ἔχοντας ἀνικάνως εἴς γε τὸ δύνασθαι ταῖς παρὰ σφῶν εὐεπείαις κατακαλλῦναι τὸ ψεῦδος. Τοὺς τοιούτους ἀπεστράφθαι φαμὲν εἰς τὰ ὀπίσω· λοιπὸν ἀχρήστου καὶ ἀνωφελοῦς ἀποδεδειγμέ-

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
