# Commentarius in Isaiam prophetam 70.972

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.972

λαχόντες ὡς ἀπό γε τῆς Σαβᾶ τῆς βασιλευσάσης κατὰ καιροὺς τῆς αὐτῶν χώρας τε καὶ γῆς), ἐκοπίασαν, φησί· τὸ δὲ, Ἐκοπίασαν, διχῇ νοητέον· ἢ γὰρ ἐκεῖνο βούλεται δηλοῦν, ὅτι κεκμήκασιν οὐ φορητῶς, κατά γε τὸν τοῦ πλανᾶσθαι καιρὸν ὠμῷ τυράννῳ κατεζευγμένοι τῷ Σατανᾷ, καὶ ταῖς τῶν δαιμονίων ἀγέλαις δουλεύοντες ἐξαιτοῦντι θυσίας, καὶ αὐτὰ τὰ αὐτῶν γεννήματα, υἱούς τέ φημι καὶ θυγατέρας· ἤγουν ὅτι πάλαι μὲν ἦσαν δεινοὶ καὶ ἄθραυστοι, καὶ οἷον ὑπασπισταὶ τῆς ἀρχαίας ἀπάτης, καὶ σθένει παντὶ χρώμενοι πρός γε τὸ δεῖν ἔχεσθαι νεανικῶς τῆς προκειμένης αὐτοῖς δυσσεβείας Ἑλληνικῆς. Ἐπειδὴ δὲ ἐπέλαμψεν ὁ Χριστὸς, καὶ φῶς τὸ ἀληθινὸν ταῖς ἁπάντων ἀνῆκε καρδίαις, καὶ ὥσπερ τις νοητὸς ἀνέτειλεν ἑωσφόρος, ἐκοπίασαν, τοῦτ' ἔστιν, οὐ μεμενήκασιν ἐνστατικοὶ, καθὰ καὶ πρότερον, καθυφῆκαν δὲ ὥσπερ τοῦ πάλαι τόνου, παραχωρήσαντες τὸ νικᾷν τοῖς περὶ αὐτοῦ κηρύγμασι, κατεψεύσθη δὲ οὐδαμῶς ὁ περὶ τούτων λόγος. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· «Οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Πλήρης γὰρ ἡ τῶν Αἰγυπτίων ὁρᾶται γῆ σεπτῶν καὶ ἁγίων ἐκκλησιῶν. Θυσιαστήρια πανταχοῦ καὶ μοναστῶν ἀγέλαι, καὶ παρθένων ἐσμοὶ, καὶ ἀσκήσεων πόνοι σὺν θυμηδίᾳ πολλῇ καὶ δρόμος εἰς ἀρετὴν, καὶ προθυμία πολλὴ, σφριγῶσά τε καὶ ἐκκόπτεσθαι μὴ ἀνεχομένη καὶ τῷ [γρ. τὸ] Χριστοῦ παρατείνει σέβας, καὶ μέχρις αὐτῶν τῶν Σαβαῒμ, ἤτοι τῶν Ἰνδικῶν ἐθνῶν. Ἔστι γὰρ, ἔστι καὶ παρ' ἐκείνοις ἰδεῖν ὅσα καὶ ἐν Αἰγύπτῳ, καὶ ἐν τοῖς ἐμπορίοις τῆς Αἰθιοπίας, τοῦτ' ἔστιν, ἐν τῇ Θηβαίων γῇ. Οὗτοι δὴ οὖν οἱ Αἰγύπτιοι, φησὶ, καὶ οἱ Σαβαῒμ ἄνδρες ὄντες ὑψηλοὶ, τοῦτ' ἔστιν, ἀπόβλεπτοι, καὶ γνωριμώτατοι τοῖς ἁπανταχοῦ, καὶ ἀγνοηθέντες οὐδενὶ ὅτι τέ εἰσιν ἐξῃρημένως δαιμονίων θεραπευταὶ, καὶ διαβολικῶν εὑρεμάτων ὑπασπισταὶ, ἐπὶ σὲ διαβήσονται, τοῦτ' ἔστι, τὴν πρώτην ἀφέντες ἀπάτην, καὶ τῶν τῆς ἀπωλείας βάθρων ἀποπηδήσαντες, ἥξουσι πρὸς σὲ, καί σοι ἔσονται δοῦλοι, καὶ τῶν σῶν δηλονότι θελημάτων ὑπουργοί. Κατασημαίνει γὰρ τοῦτο τὸ τῆς δουλείας ὄνομα τεθειμένον ἐπὶ Θεοῦ. Ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις. Βαδιοῦνται γὰρ κατ' ἴχνος, φησὶ, τὸ σὸν, τοῖς εὐαγγελικοῖς χειραγωγούμενοι νόμοις εἰς ἕκαστα τῶν πρακτέων, καὶ τὴν τῆς ἐξαιρέτου ζωῆς διελάσουσι τρίβον δεδεμένοι χειροπέδαις, τοῦτ' ἔστι, δεσμοῖς ἀγάπης, καὶ σειραῖς ἀῤῥήτου φιλοθεΐας, ὥστε δύνασθαι λέγειν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Οὗτοι προσκυνήσουσί σοι, φησὶ, καὶ ἐν σοὶ προσεύξονται, ὅτι Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς, πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ σωτήρ. Κάμπτει γὰρ τῷ πάντων Σωτῆρι Χριστῷ πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογεῖται, καὶ εἰς αὐτὸν ἔρχεται πᾶν πέρας εὐχῆς. Ἐν Χριστῷ γὰρ αἰτοῦμεν παρὰ Θεοῦ καὶ Πατρὸς τὰ αἰτήματα, καὶ ἐν αὐτῷ προσευχόμεθα, ὁμολογοῦντες ὅτι καὶ ἐν αὐτῷ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
