# Commentarius in Isaiam prophetam 70.977

Cyrillus, Commentarius in Isaiam prophetam, Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarius-in-isaiam-prophetam/70.977

κῶς. Ἀποδυσάμενοι γὰρ ἐν Χριστῷ τὴν βέβηλον ἁμαρτίαν καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἀπολυσάμενοι τὸν ζυγὸν, συναποβάλλοντες δὲ τούτοις τὴν φθορὰν, ἐνδυσάμενοί τε τὴν ἀφθαρσίαν, ἐν τούτοις ἐσόμεθα διὰ παντός. Οὐκέτι γὰρ ἡμῶν ἁμαρτία κατορχήσεται· ἀλλ' οὐδὲ πλεονεξίαις ταῖς πρώταις ὑποθήσει πάλιν ὁ Σατανᾶς· οἰχήσεται δὲ εἰσάπαν καὶ τὸ τοῦ θανάτου κράτος κατὰ τὸν αἰῶνα τὸν μέλλοντα πεπατημένον ἐν Χριστῷ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ Γʹ. Οὕτω λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, οὗτος ὁ καταδείξας τὴν γῆν, καὶ ποιήσας αὐτὴν, οὗτος διώρισεν αὐτήν. Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι. Ἐγώ εἰμι Κύριος, καὶ οὐκ ἔστιν ἔτι. Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. Οὐκ εἶπα τῷ σπέρματι Ἰακὼβ, Μάταιον ζητήσατε. Ἐγώ εἰμι Κύριος λαλῶν δικαιοσύνην, καὶ ἀναγγέλλων ἀλήθειαν. Προανακηρύξας τὴν ἄφιξιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τὸν τῆς σωτηρίας κατασημάνας καιρὸν, καθ' ὃν ἅπαντες τὸν τῆς ἀρχαίας ἀμαθίας ἀφέντες σκότον, πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας μεταχωρήσουσι φῶς, ἀναγκαίαν ἐν τούτοις ποιεῖται τὴν παραίνεσιν Ἰουδαίοις τε καὶ Ἕλλησι προστιθεὶς ἐναργῆ τὰ δι' ὧν εἴσονται καὶ μάλα σαφῶς, ὅτι τε αὐτὸς εἴη Θεὸς τῶν ὅλων καὶ δημιουργὸς, ἕτερος δὲ παρ' αὐτὸν οὐδείς. Ταύτῃ τοι φησίν· Οὕτω λέγει Κύριος, καὶ οὐχ ἁπλῶς Κύριος, πλεῖστοί τε γάρ εἰσιν ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὡς ἐν καταχρήσει λαχόντες τοὔνομα· ἀλλ' ἐκεῖνος αὐτὸς ὁ φύσει τε καὶ ἀληθῶς τοῦτο ὑπάρχων ὅπερ εἶναι καὶ λέγεται, καὶ ὡς ἀπό γε τῶν κατωρθωμένων τὴν δόξαν ἔχων οὐ κατεψευσμένην. Οὗτος γὰρ, φησὶ, Κύριος ὁ ποιήσας τὸν οὐρανόν· πάμμεγα πρὸς ἀπόδειξιν εὐκλείας τῆς ἀνωτάτω, καὶ ὑπεροχῆς πανσθενοῦς, τὸ ποιῆσαι τὸν οὐρανὸν καὶ καταδεῖξαι τὴν γῆν, ἱδρῦσαί τε αὐτήν. Αὐτὸς γὰρ διώρισεν αὐτὴν, τοῦτ' ἔστι, κεκρυμμένην ἐν ἀβύσσοις ἀόρατόν τε καὶ ἀκατάσκευον οὖσαν πάλαι ἀπέφηνεν ὁρατὴν, καὶ εἰργασμένην. Διώρισε γὰρ αὐτήν· ἔφη γὰρ κατά γε τὴν πίστιν τῶν Μωσέως βιβλίων· «Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.» Ὤφθη δὴ οὖν ἐξ ὑδάτων, καὶ ὑποβρυχίαν οὖσαν ἀεργῆ τε εἰσάπαν διέστησεν ἀνὰ μέρος, κλεῖθρα καὶ πύλας ταῖς ἀβύσσοις ἐπιθεὶς, καὶ ἀποκρίνας εὖ μάλα τῶν ὑδάτων αὐτήν. Ὅτι δὲ παρήγαγε χρησίμως εἰς τοῦτό τε καὶ ἀναγκαίως, οὐχ ἵνα ὁρῷτο μόνον, ἀλλ' ἵνα ἔχῃ τοὺς οἰκήτορας, δῆλον δὲ ὅτι τοὺς ἐξ αὐτῆς πεπλασμένους, καθάπερ ἀμέλει καὶ οὐρανὸν τοὺς ἁγίους ἀγγέλους προδιεσάφησεν εἰπών· Οὐκ εἰς κενὸν ἐποίησεν αὐτὴν, ἀλλὰ κατοικεῖσθαι. Ὄχημα δὴ οὖν καὶ ὥς τις οἶκος ἀνεδείχθη τοῖς πατοῦσιν αὐτὴν, τοῦτ' ἔστιν, ἡμῖν. Εἰ δὲ παρήχθημεν παρ' αὐτοῦ πρὸς ὕπαρξιν, πῶς οὐκ ἀληθὲς εἰπεῖν ὅτι πάντως που καὶ διὰ τοῦτο γεγόναμεν, ἵνα προσκυνῶμεν αὐτῷ τε καὶ μόνῳ, καὶ γενεσιουργὸν ὄντα τῶν ὅλων ἐπιγινώσκοντες χαριστηρίους ᾠδὰς ἀναφέρωμεν; Ἐγὼ τοίνυν εἰμὶ, καὶ οὐκ ἔστιν ἔτι Εἰ γάρ

---

Cyrillus Theol., Commentarius in Isaiam prophetam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg103.local001/.
