# Contra Julianum (lib. 1-2) 1.17

Cyrillus, Contra Julianum (lib. 1-2), Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/contra-julianum-lib-1-2/1.17

Ἀπὸ μὲν τοίνυν τῆς τῶν καιρῶν καὶ μέντοι τῆς τῶν γενεαλογιῶν ἀκριβοῦς ἀναγραφῆς, πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς ἁπάντων μὲν τῶν παρ' Ἕλλησι σοφῶν ὁ θεσπέσιος Μωσῆς πρεσβύτατος ἦν, οἱ δὲ νέοι τε καὶ οἷον ἀρτιφανεῖς; Ἀρξαμένης γὰρ τῆς τῶν ὀλυμπιάδων ἀπογραφῆς χρόνοις ὕστερον γεγόνασι μακροῖς. Ἐντεῦθεν, οἶμαι, καταθρῆσαί τε ῥᾷον καὶ ἀληθὲς εἰπεῖν ὅτι τῶν Μωσέως δογμάτων οὐκ ἀμοιρήσαντες παντελῶς, οὔτε μὴν ἀνήκοοι γεγονότες τῆς ἐνούσης αὐτῷ θεοσδότου καὶ ἀκιβδήλου σοφίας, παρατρύζουσιν ἔσθ' ὅτε τὸ ἀληθές, ἐπιπλέκοντες αὐτῷ τὸ ψεῦδος καὶ οἷον εὐοσμοτάτῳ μύρῳ βόρβορον ἀναφύροντες. Ποῖον γὰρ μάθημα σοφόν τε καὶ ἀξιόληπτον τοῖς μωσαϊκοῖς οὐκ ἔνεστι λόγοις; ἢ πῶς ἄν τις οὐκ ἀγάσαιτο τὰ αὐτοῦ; Οἱ μὲν γὰρ τὰς Ἑλλήνων περιεργίας ἠκριβωκότες διῃρῆσθαί φασι τὴν φιλοσοφίαν εἴς τε τὴν θεωρητικὴν ἐπιστήμην καὶ μέντοι τὴν πρακτικήν, κἂν εἰ γένοιτό τις ἐπ' ἄμφω δέξιος, τοῦτον διελάσαι φασὶν εἴς γε τὸ εὖ κατορθῶσαι δοκεῖν τὴν φιλοσοφίαν. Ἄθρει δὴ οὖν, ἄθρει τοιοῦτον ὄντα Μωσέα· θεηγορεῖ γὰρ ὡς οὐχ ἕτερός τις τὰ περὶ τῆς ἀνωτάτω πασῶν οὐσίας καὶ ἀσυγκρίτου δόξης καὶ τῆς κατὰ πάντων ὑπεροχῆς, καὶ τῶν ὅλων γενεσιουργὸν καὶ κύριον τὸν ἕνα καὶ μόνον ἀποφαίνει Θεόν. Οἷς γε μὴν ἐν λόγῳ τὸ ἀγαθὸν καὶ τὸν τῆ εὐζωΐας ἐσπούδασται χρῆμα, τούτοις ὁρᾶται θεσμοθετῶν τὰ πάντων ἄριστα καὶ ἐξαίρετα καὶ τὰ δι' ὧν ἂν εἶεν ὅ τι μάλιστα σεπτοί.

---

Cyrillus Theol., Contra Julianum (lib. 1-2). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg176.local001/.
